{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 55","citation":"Michael Glycas, Annales 55","ref":"55","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/55","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/55","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/55.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":398,"text":"ΕΩΟΝΩΑ. ται καὶ χοῦν ἐπισύρεται καὶ λέμβους ἀνασπᾷ, ἃ δη καὶ ἐν ἄλλοις τόποις καταῤῥηγνύμενα θαῦμα τοῖς θεωμένοις ἐμποιοῦσι καὶ ἔκπληξιν. Ὁ δὲ ἐκνεφίας ἄνεμος ὁμοίως σχεδὸν τῷ τυφῶνι· πλὴν ὁ τυφὼν ὁρᾶται διὰ τὸ παχυμερεστέραν οὐσίαν ἐκ τοῦ νέφους ἐφέλκεσθαι. Καὶ οὐδὲ ὑετὸς παύει αὐτόν ν, εἰ μὴ μόνος ὁ βοῤῥᾶς. Καὶ ταῦτα μὲν, ἀγαπητὲ, κατ´ ἐπιτομὴν ἐσχεδίασται διὰ σὲ πολλὰ τῶν τοιούτων ἐφιέμενον. ΗΜiΕΡΑ ΔΕΥΤΕΡΑ. Τῇ δὲ δευτέρᾳ ἡμέρᾳ παρήγαγεν ἐκ τῶν ὑδάτων αὐτόν τὸ στερέωμα, ὥστε διαχωρίζειν ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος. Ὕδωρ ὁ Θεὸς ἐναπέθετο διὰ τὴν τοῦ ἡλίου θερμοτάτην φοράν τε καὶ ἔκκαυσιν· καὶ εἰ μὴ κειτο ὕδωρ ἐπινοτίζον, συνετρίβη ἄν ὑπὸ θέρμης ὡς ἄγγος ὀστράκινον μέσον φλογὸσἱστάμενον καὶ ὕδωρ μὴ ἔχον. Καὶ κάτωθεν διὰ τουτὶ ὕδατα πολλὰ, ποταμοί τε καὶ λίμναι καὶ θάλασσαι, ὥστε μὴ καταφλεχθῆναι τουτὶ περίγειον τῇ ὑπερβολῇ τοῦ θερμοῦ. ᾜδει γὰρ ὁ Θεὸς, ὥς φησιν ὁ μέγας Βασίλειος, ὅσον ἀφώρισε τῷ κόσμῳ χρόνον εἰς διαμονὴν, καὶ πόσην χρὴ τῷ πυρὶ προαποθέσθαι δαπάνην. Καλῶς χοῦν ἔλεγεν ὁ Δαβὶδ «Ὁ θεμελιώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων.» Ἐπειδὴ γὰρ τὰ ὕδατα τὴν γῆν ἐπινοτίζοντα φυλάττουσιν αὐτὴν ὥστε μὴ καταφρυγῆναι τῷ πυρὶ, ἀληθῶς ἂν εἴη ταῦτα τῇ γῇ Ἐειέλιον ὀχυρώτατον Ὅτι δὲ ταῦτα οὕτως ἔχει, καὶ ὅτι τὰ ὕδατα καθάπερ τι θεμέλιον ὑπανέχουσι τὴν γῆν, ὁ χρυσοῤῥήμων Ἰωάννης ἐν τῇ βίβλῳ τῶν ἀνδριάντων ἀρδηλότερον ἔδειξε, κατὰ ῥῆμα διεξιών οὑτωσί· «Ἡ γῆ, ἐὰν ἐπιλίπωσιν αὐτὴν αἱ πηγαὶ καὶ ἡ παρὰ τῆς θαλάσσης καὶ τῶν ποταμῶν ἐνσπειρομένη νοτὶς, καταφρυγεῖσα τελείως ἀπόλλυται.» Ἕσται μέντοι ὅτε καὶ πάντα καταφρυγήσεται τῷ πυρὶ, ὡς ὁ προφήτης Ἠσαΐας φησὶν ἐν οἷς πρὸς τὸν τῶν ὅλων Θεὸν διαλέγεται» Ὁ λέγων τῇ ἀβύσσῳ, ἐρημωθήσῃ, καὶ πάντας τοὺς ποταμούς σου ξηρανῶ. » Παράγει χοῦν ἐξ ὑδάτων τὸ στερέωμα ὁ Θεὺς, καλέσας αὐτόν καταχρηστικῶς οὐρανόν. Κυρίως μὲν vὰο οὐρανὸς ἐκεῖνος ὁ πρῶτος λαβὼν ἐξ οὐκ ὄντων τὴν σύστασιν· κατὰ δεύτερον δὲ λόγον καλεῖ οὐρανὸν ἡ Γραφὴ καὶ αὐτόν τὸ στερέωμα τὸ ἐξ ὑδάτων, ὡς εἴπομεν, γεγονός. Ἐπίγνωθι χοῦν ἐντεῦθεν ὅτι δύο παρέδωκεν οὐρανοὺς ἡ Γραφή. Καὶ οἱ μὲν Ἕλληνες ἕνα διισχυρίζονται εἶναι οὐρανὸν, ἅτε τῆς Μωσαϊκῆς ἱστοοίας παντάπασιν ὄντες ἀμύητοι· ὃ δὲ μέγας Βασίλειός φησιν ὅτι τοσοῦτον ἀπέχομεν τῷ δευτέρῳ ὰπστεῖν ὡς καὶ τρίτον ἐπιζητεῖν, οὗ τῆς θέας ὁ μακάριο · Παῦλος ἠξίωτο. Καὶ αὐτὸν γὰρ τὸν ἀέρα κα λεῖν εἴωθεν οὐρανὸν ἡ Γραφή· «Υὰ πετεινὰ» γάρ φησι «τοῦ οὐρανοῦ,» καὶ «Δώσει Κύριος ἀπὸ τῆς οσιεοΟϛίς","prev":{"citation":"Annales 54","label":"54","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/54","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/54"},"next":{"citation":"Annales 56","label":"56","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/56","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/56"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}