{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 58","citation":"Michael Glycas, Annales 58","ref":"58","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/58","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/58","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/58.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":425,"text":"ΗΜΕΡΑ ΤΡΙΤΗ. Τῇ δὲ τρίτῃ ἡμέρᾳ τὰ ὕδατα πάντα εἰς τὰς ἐαυτῶν συναγωγὰς συνήχθησαν κατὰ θείαν κέλεω. σιν, καὶ οὕτως ἐφάνη ἡ ξηρά. Τότε δὴ καὶ παντοίοις αὕτη φυτοῖς τε καὶ δένδρεσι παραδόξως ἐκαλλωπίζετο. Τῷ γὰρ θείῳ δυναμωθεῖσα βουλήματι, ὡς ὁ´ Νύσσης φησὶν, ἀθρόον ἀπεκύησεν ἅπαντα, οὐ χρόνου δεηθεῖσα πρὸς αὔξησιν τῶν ἐξ αὐτῆς ἀναδιδομένων, ἀλλ´ ὁμοῦ τοῖς ἄνθεσι καὶ τοὺς καρποὺς ἐκβλαστήσασα θέαμά τι τερψίθυμον ἦν. Εἰ γὰρ ἀηδές τι πρᾶγμα καὶ παρεκτικὸν ὀδύνης ἡ ἄκανθα, ἀλλ´ οὐκ ἐξ ἀρχῆς αὐτῆς ἡ γῆ καὶ ταύτην ἀνέδωκεν, ἀλλ ἡνίκα μετὰ τὴν παράβασιν ὄκουσεν ὁ Ἀδὰμ «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι.» Ἵνα γὰρ τῷ τερπνῷ τὴν λύπην παρακειμένην ἔχωμεν, κἀκ τοί του τὴν ἀμαρτίαν μνημονεύωμεν, ὡς ὁ μέγας φησὶ Βασίλειος, διὰ τοῦτο προσεφύη τῷ ῥόδω ἡ ἄκανθα Πρόσεχε οῦν. Εἰ μὴ γὰρ ἤκουσεν ὁ Ἀδὰμ «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου,» τάχα ἂν ἡ γῆ καὶ αὖθις φυτὰ παρεῖχέ σοι ἔγκαρπα μὴ δεόμενα χρόνου πρὸς αὔξησιν. Τότε μὲν γὰρ, πρὸ τῆς παραβάσεως δηλονότι, ὡς ὁ μέγας φησὶ Βασίλειος, ἐν ἀκαριαίᾳ χρόνου ῥοπῇ ἀπὸ τῆς βλαστήσεως ἀρξαμένη ἡ γῆ, ἵνα φυλάξῃ τοὺς νόμους τοῦ κτίσαντος, πᾶσαν ἰδέαν αὐξήσεως διεξελθοῦσα, εὐθὺς πρὸς τὸ τέλαον ἤγαγε τὰ βλαστήματα. Καὶ λειμῶνες μὲν γὰρ ἦσαν βαθεῖς τῇ ἀφθονίᾳ τοῦ χόρτου, τῶν δὲ πεδίων τὰ εὔκαρπα βρίθοντα τοῖς ληδοις εἰκόνα πελάγους κυμαίνοντος ἐν τῇ κινήσει τῶν ἀσταχύων ἀπέσωζε. Καὶ ταῦτα μὲν, ἡνίκα ἔλεγεν ὁ Θεὸς «Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου·» ὁπηνίκα δὲ προσετίθει «Καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος καὶ καθ´ ῥμοιότητα, ἐπὶ τῆς γῆς,» τότε δὴ, τότε πᾶσαι μὲν λόχμαι κατεπυκνοῦντο, πάντα δὲ ἀνέτρεχε δένδρα, ἐλάται καὶ κέδροι, πεῦκαί τε καὶ κυπάρισσοι καὶ ὅσα τοιαῦτα, αἴ τε ῥοδωνιαὶ καὶ μυρσίναι καὶ δάφναι, πάντα ἐν μιᾷ καιροῦ ῥοπῇ, οὐκ ὄντα πρότερον, εἰς τὸ εἶναι παρήχθη μετὰ τῆς οἰκείας ἑκάστου ἰδιότητος. Μὴ θαύμαζε δὲ εἴπερ αἱ βοτάναι πᾶσαι οὐκ ἐδώδιμοι. Τὰ γὰρ μὴ χρησιμεύοντα τῷ ἀνθρώπῳ χρήσιμά ἐστι τοῖς δι´ αὐτὸν γεγενημένοις ζῴοις. Εἰ δὲ καὶ δηλητήρια πρόσεισιν αὐταῖς, οὐδὲ τοῦτο ξενίζεσθαι χρή. Πολλάκις γὰρ καὶ ταῦτα παθῶν ἰατήρια γίνονται· κεραννύμενα γὰρ ἑτέραις βοτάναις ἀλεξίκακα γίνεται καὶ ὑγείας παρεκτικά. Οὕτω μὲν οὖν καὶ ὁ μέγας Βασίλειός φησιν ὅτι τῶν δηλητηρίων οὐδὲν ἀργῶς οὐδὲ ἀχρήστως γεγενημένον ἐστὶν, εἰ καὶ τοὺς ἀχαρίστους ἡμᾶς κατὰ τοῦ παποιηκότος παρασκευάζει. φρονεῖν. Τὰ μὲν γὰρ αὐτῶν ἢ τροφὴν παρέχει τινὶ τῶν ἀλόγων, ἢ καὶ ἡμῖν αὐτοῖς παρὰ τῆς ἰατρικῆς τέχνης εἰς παραμυθίαν τινῶν ἀῤῥωστημάτων ἐξεύρηται. Τὸ μὲν γὰρ κώνειον οἱ ψᾶρες βόσκονται, διὰ τὴν κατασκευὴν τοῦ σώματος τὴν ἐκ τοῦ δηλητηρίου βλάβην ἀποΟΙΕΘ ΤΕὲΤΙΑ.","prev":{"citation":"Annales 57","label":"57","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/57","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/57"},"next":{"citation":"Annales 59","label":"59","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/59","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/59"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}