{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 64","citation":"Michael Glycas, Annales 64","ref":"64","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/64","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/64","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/64.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":394,"text":"θερμῶν ὑδάτων· πῦρ γὰρ καὶ ὕδωρ ἐν τῷ οὐρανῷ εῖναι λέγει, ὡσαύτως καὶ ὑποκάτω τῆς γῆς πῦρ καὶ ὕδωρ, ἀφ´ ὧν ὥσπερ σίφωνες ἀναπέμπονται πρὸς ἡμετέραν ζωὴν αἱ πηγαί. Ὁ μέντοι Δαμασκηνὸς Ἰωάννης περὶ τοῦ Ὡκεανοῦ φησιν ὅτι τὴν γην ἅπασαν οἷά τις κυκλοῖ ποταμός· περὶ οὖ εἰρηκέναι μοι δοκεῖ ἡ Γραφὴ, ὅτι ποταμὸς ἐκπορεύεται ἐκ τοῦ παραδείσου, πότιμον καὶ γλυκὺ ὕδωρ ἔχων. Οὗτος εἰς τέσσαρας ἀρχὰς, τουτέστιν εἰς τέσσαρας ποταμοὺς διαιρεῖται. Εἰ δὲ καὶ τὴν αἰτίαν ἐπιζητεῖς δι´ ἄν τὰ προσγενόμενα ἡμῖν ὀμβριμαῖα ὕδατα κατὰ τοσοῦτον σήπεται, καὶ ταῦτα τοῦ ἡλίου διηθοῦντος το λεπτότατον καὶ ἀνάγοντος, ἰδοὺ καὶ ταύτην σοι προστίθεμεν. Πολυμιγεστάτη τῶν ὑδάτων τούτων ἡ φυσις ἐστίν· ἐκ πάντων γὰρ τῶν ὑγρῶν ἀνάγει ὁ ἥλιος. Π τοίνυν ἀνωμαλίας εὐκίνητος, καὶ πρός τινὰ φθορὰν θᾶττον ὁρᾷ. Ἔτι γε μὴν τὸ βαρύτατον τοῦ ἀναχθέντος αὖθις κατάγεται, ἐπεὶ τὸ βαρὺ πρὸς τὸ κάταντες εἴωθε φέρεσθαι·. τὸ δὲ λεπτότατον τῆς ἀναθυμιάσεως πνεύματος φύσις ἐγένετο. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον ΗΜΕΡΑ ΤΕΤΛΡΓΗ. [ῇ δὲ τετάρτῃ ἡμέρᾳ τοὺς φωστῆρας ποιήσας ἐν αὐτῷ τῷ στερεώματι ἔθετο. Φωστῆρας δὲ ἀκούων μηδὲν ἕτερον ἢ φωτοδόχα τούτους ἀγγεῖα εἶναι νόμιζε. Τὸ γὰρ φῶς ἐκεῖνο τὸ κατά γε τὴν πρώτην ἡμέραν παραχθὲν λαβὼν ὁ Θεὸς, καὶ διανείμας αὐτὸ τοῖς φωστῆρσι πᾶσιν, εἰ καὶ τῷ χρυσοῤῥήμονι Ἰωάννῃ τὰ περὶ τούτων οὐχ οὕτω δοκεῖ, καθάπερ λύχνοις ἐνέθηκεν ὥστε φαίνειν ἐπὶ τῆς γῆς. Ὁ γὰρθεῖος οὗτος ἀνὴρ ἐν τῷ εἰς τὴν Ἑξαήμερον πέμπτῳ λόγῳ αὐτοῦ τοιαῖσδε περὶ τούτου κέχρηται συλλαβαῖς «Εἰδες σοφίαν τοῦ Δημιουργοῦ. Εἶπε μόνον, καὶ παρήχθη τὸ στοιχεῖον τοῦτο τὸ θαυμαστὸν, ὁ ἥλιος λέγω. Τοῦτον γὰρ καλεῖ φωστῆρα μέγαν, καὶ φησὶν αὐτὸν εἰς ἀρχὰς τῆς ἡμέρας γεγενησθαι· οὗτος γὰρ φαιδροτέραν τὴν ἡμέραν ἀπεργάζεται. Διὰ τοῦτο καὶ τῇ τετάρτῃ αὐτὸν ἐδημιούργησεν, ἵνα μὴνομίσης τοῦτον συνιστᾶν τὴν ἡμέραν. Ἐγένοντο μὲν γὰρ τρεῖς ἡμέραι, αἱ πρὸ τῆς τούτου δημιουργίας, ἐβουλήθη δὲ ὁ Δεσπότης καὶ διὰ τούτου φαιδρότερον τὸ φῶς τῆς ἡμέρας ἐργάσασθαι» Ιοόσεχε, ἀγαπητέ. Δοκεῖ γὰρ ἐνταῦθα ὁ θειότατος Ἰωάνοης ἄλλο λέγειν εἶναι φῶς τὸ κατὰ τὴν πρώτην ὄμέραν παραχθὲν, καὶ ἕεερον τὸ κατὰ τὴν τετάρτην, πολλῷ τοῦ προτέρου λαμπρότερον. Ἀλλ´ ὁ μέγας Βασίλειος ἐν τῷ περὶ φωστήρων ἔκτῳ λόγῳ αὐτοῦ, ἵνα μὴ λέγω τοὺς ἀλλους ὁσίους Πατέρας, σαφέστε.ρον τὸν περὶ τούτου λόγον ποιεῖ, καὶ φησιν· «Εἰ καὶ προελήφθη τοῦ φωτὸς ἡ γένεσις, πῶς ὁ ἥλιος πάλιν εἰς φαῦσιν λέγεται γεγονέναι; Τύτε μὲν οὖν αὐτὴ τοῦ φωτὸς ἡ φύσις παρήχθη, νῦν δὲ τὸ ἡλιακὸν ΒΙΙδΘ ΟΠΑΙΤΑ","prev":{"citation":"Annales 63","label":"63","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/63","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/63"},"next":{"citation":"Annales 65","label":"65","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/65","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/65"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}