{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 67","citation":"Michael Glycas, Annales 67","ref":"67","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/67","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/67","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/67.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":381,"text":"«ποντες, ἑκόντες πρὸς τὴν σύνθεσιν τῆς ἀληθείας ἀπετυφλώθησαν. Ὅσα δὲ καὶ περὶ μεγέθους ἐφιλοσόφησαν τοῦ τε ἡλίου καὶ τῆς σελήνης, τί χρὴ καὶ λέγειν; Ἀναξίμανδρος μὲν γὰρ καὶ Ἀναξιμένης ἑπτακαιεικοσιπλασίονα τῆς γῆς τὸν ἥλιον ἔφησαν εἶναι, Ἀναξαγόρας δὲ Πελοποννήσου μείζονα. Καὶ ἕτεροι πάλιν ποδιαῖον τὸν τοιοῦτον ἐφρόνησαν ἥλιον. Τὰ αὐτὰ δὲ καὶ περὶ σελήνης διεξιόντες εὐρίσκονται. Οἱ μὲν γὰρ μείζονα τῆς γῆς, οἱ δὲ πάλιν ἰσόμετρον, ἄλλοι δὲ ἐλάσσονα· καὶ ἕτεροι σπιθαμιαίαν εἶναι τὴν σελήνην διισχυρίζονται, καὶ οὐκ αἰσχύνονται τῆς μὲν θαλάττης τὸ βάθος ἀγνοοῦντες, ἔνθα καὶ ὁρμιὰν καθεῖναι δύνανται, τὸ δὲ ἀπὸ γῆς ἄχρι σελήνης, Κκἀκεῖθεν ἄχρις ἡλίου διάστημα εἰδέναι φιλοτιμούμενδι. Καὶ οἱ μέν διαληφθέντες ἄνωθεν ἄνδρες περὶ παραγωγῆς ὁμοῦ καὶ μεγέθους τῶν δύο φωστήρων οὐτωσὶ διειλήφασιν· ὁ δὲ τὰ θεῖα σοφὸς καὶ μέγας Πασίλειος εἰς ἀπόδειξιν τοῦ μεγέθους αὐτῶν καὶ τάδε προστίθησιν· Ἀπείρων ὄντων τῷ πλήθει τῶν κατ´ οὐρανὸν ἀστέρων, τὸ παρ´ αὐτῶν συνερανιζόΚμενον φῶς οὐκ ἐξαρκεῖ διαλῦσαι τῆς νυκτὸς τὴν κατήφειαν. Μόνος δὲ ὁ ἥλιος ὑπερφανεὶς τοῦ ὁρίζοντος, μᾶλλον δὲ ἔτι καὶ προτδοκώμενος, ἠφάνισε μὲν τὸ σκότος, ὑπερηύγασε δὲ τοὺς ἀστέρας, καὶ πεπηγότα τέως καὶ συμπεπιλημένον τὸν περὶ γῆν ἀέρα κατέτηξέ τε καὶ διέχεεν, ὅθεν καὶ ἄνεμοι ἑωθινοὶ καὶ δρόσοι ἐν αἰθρίᾳ τὴν γῆν περιῤῥέουσι. Τοσαύτην δὲ οὖσαν τὴν γὴν πως ἄν ἠδυνήθη ἐν μιᾷ καιροῦ ῥοπῇ τὴν πᾶσαν καταφωτίζειν, εἰ μὴ ἀπὸ μεγάλου τοῦ κύκλου κατέπεμπε τὴν αὐγήν; Οὕτω μὲν οὖν καὶ ἐπὶ τῆς σελήνης ἔστιν ἰδεῖν. Μέγα γὰρ καὶ τὸ σῶμα τὸ τῆς σελήνης, καὶ φανότατόν γε μετὰ τὸν ἤλιον. Ἐπὶ γὰρ τούτων καὶ ἡ ἁγία ἔφη Γραφή· «Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς φωστῆρας τοὺς μεγάλους.» Μεγάλους δὲ εἰπεν αὐτοὺς οὐκ ἐπειδὴ μείζους τῶν μικροτέρων ἀστέρων εἰσὶν, ἀλλ´ ἐπειδὴ τοσοῦτοι τὴν περιγραφὴν, ὥστε ἐξαρκεῖν τὴν ἀπ´ αὐτῶν χεομένην αὐγὴν καὶ οὐρανὸν περιλάμπειν καὶ τὸν ἀέρα, καὶ ὁμοῦ τε τῇ γῇ πάσῃ καὶ τῇ θαλάσσῃ συμπαρεκτείνεσθαι. Μὴ οὖν ἀπατάτω σε τουτὶ φαινόμενον, μηδὲ πηχυαῖον αὐτὸν εἶναι νόμιζε· ἡ γὰρ ὄψις ἡμῶν ἐνδαπανηθεῖσα τῷ ἀέρι κἀντεῦθεν ἐξίτηλος γεγονυῖα πρὸς τὴν ἀκριβῆ κατάληψιν τῶν ὁρωμένων οὐκ ἐξαρκεῖ. Κατ´ ἔκπληξιν λοιπὸν καὶ κατὰ σύγκρισιν μέγαν ἐκάλεσε τὸν ἥλιον ἡ Γραφή. Ὅρα γὰρ ὅτι καὶ τὰ κήτη τὰ μεγάλα μενάλα εἶπεν ἡ Γραφὴ οὐχ ὅτι καρίδος καὶ μαινίδος μείζονά εἰσιν, ἀλλ´ ὅτι μεγίστοις ἐοίκασιν ὄρεσι τῆς θαλάττης πολλάκις ὑπερνηχόμενα. Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς φωστῆρας τοὺς μεγάλους. Καὶ πῶς γὰρ οοσορΟϛ","prev":{"citation":"Annales 66","label":"66","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/66","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/66"},"next":{"citation":"Annales 68","label":"68","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/68","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/68"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}