{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 69","citation":"Michael Glycas, Annales 69","ref":"69","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/69","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/69","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/69.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":413,"text":"ἡμῖν ἡλιακῆς ἀκτῖνος. Ἐνίοτε γὰρ ἐτέρως καὶ ἄλλοτε ἄλλως ὑπ´ αὐτῆς αὐγαζόμεθα, κατὰ τὴν τοῦ ἡλίου πάντως θέσιν καὶ κίνησιν. Εἰ γὰρ καὶ κατὰ τὸν τῆς συνόδου καιρὸν τὸ πρὸς ἡμᾶς τοῦ σεληναίου σώματος μέρος πάντη καθορᾶται ἀφώτιστον, ἀλλὰ τὸ ἀνώτερον ἐκεῖνο καὶ νεῦον πρὸς ἥλιον ἐν τῷ τῆς συνόδου καιρῷ κατ´ ἐκεῖνο τὸ μέρος δέχεται καὶ τὸ φῶς καθ´ ὃ πρὸς ἤλιον ἀφορᾷ. Οὕτως μὲν οὖν καὶ ἐν ταῖς πανσελήνοις ἔστιν ἰδεῖν· ἀλλὰ λάμπῃ γὰρ τὴν σελήνην τηνικαῦτα ὁρῶμεν ἅτε τὰς ἡλιακὰς ἐκ διαμέτρου δεχομένην αὐγὰς, ὡς ἐντεῦ θεν τὸ λοιπὸν μέρος τοῦ δίσκου, τὸ ἀφανὲς δηλονότι καὶ ὄπισθεν, κατανοεῖσθαι ἀφώτιστον. Ὅτι δὲ ταῦτα οὕτως ἔχει, καὶ ὅτι ἐξ ἡλίου τὸ φῶς ἡ σελήνη δανείζεται, σαφῶς ἄρα τοῦτο μάθῃ τις ἂν ἐξ αὐτῶν τῶν τῆς σελήνης ἐκλείψεων. Καὶ πως, ἄκουε. Κατὰ διάμετρον οἱ φωστῆρες ἐστήκασι, μεταξὺ δὲ τούτων αὐτὸ τὸ σῶμα τῆς γῆς ἀπῃώρηται Αἰ ἡλιακαὶ τοίνυν ἀκτῖνες ὁρμῶσι μὲν ὡς ἔθος διαβιβασθῆναι καὶ τῷ σεληναίῳ δίσκῳ χορηγῆσαι τὴν ἔλλαμψιν, οὐ φθάνουσι δὲ ὅμως ἐκεῖσε καταλαβεῖν ἄτε δὴ μεσολαβοῦντός πως καὶ ἀντιφράττοντος τοῦ τῆς γῆς, ὡς εἴπομεν, σώματος. Καὶ μή μοι λέγε ἁς εἴγε ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἵνα τί μὴ καθ´ ἔκαστον διάμετρον ἡ τῆς σελήνης ἔκλειψις γίνεται· οὐδὲ γὰρ ἐπιτηδείως ἔχω περὶ τούτου κατὰ τὸ πΣρὸν ἀποκρίνεσθαί σοι· καὶ τούτου ἕνεκεν σύγγνωθι Οἱ γὰρ περὶ τὰ τοιαῦτα ἠσχολημένοι συνδέσμους τινὰς ἐκλειπτικοὺς οὕτω καλουμένους ἐν ταῖς συνοδοπανσελήνοις ἐξ ἀνάγκης προσγίνεσθαι. Οὐδὲ γὰρ τὸ σῶμα μόνον εἴτε τῆς σελήνης, ὡς ἐπὶ τοῦ ἡλίου, εἴτε τῆς γῆς, ὡς ἑπὶ τῆς σελήνης, ἀντίφραξιν ποιῆσαι δύναται, εἰ μή που καὶ σύνδεσμός τις ἐκλειπτικὸς ἐκεῖσε ὐρεθείη, ὡς ἄγονται. Καὶ κυρίως ἔκλειψις ἐπ´ αὐτῆς ἂν λέγοιτο τῆς σελήνης· ὅτι γὰρ φῶς ἡλιακὸν ἀμφιέννυται τοῦτο πάλιν δι´ ἣν αἰτίαν εἴπομεν, ἀπεκδύεται. Ἐπὶ δὲ τοῦ ἡλίου οὐκ ἔκλειψιν, ἀλλ´ ἐπισκότωσιν λέγειν ἐμάθομεν. Οὐδὲ γὰρ τὸ ἡλιακὸν ἐκλείψει ποτὲ φῶς· ἀλλ´ ὑποτρέχοντος ἐν τῷ τῆς συνόδου καιρῷ τοῦ σώματος τοῦ σεληναίου οἱα περιγειοτέρου τυγχάνοντος, καὶ οὕτω ταῖς ἡλιακαῖς ἀκτῖσιν ἐπιπροσθοῦντος, ὁ ὑπὲρ κεφαλῆς ἡμῶν ἀὴρ ζόφ ν τηνικαῦτα καθυποβάλλεται, ἅτε δὴ μὴ βαλλομένων αὐτιῶν κάτωθεν καὶ φωτιζουσῶν τὸ περίγειον Εἰ δὲ καὶ τοῦτο ζητεῖς μετὰ τῶν ἄλλων μαθεῖν, πῶς ἡ σελήνη μόνη καὶ τίνι τρόπῳ μὴ σχοῦσα φως ἀρχῆθεν ἴδιον ἐξ ἡλίου τοῦτο δανείζεται, εἰδέναι ὀφείλεις ὡς οὐκ ἀπορῶν ἑτέρου φωτὸς ὁ δημιουργὸς καὶ κτίστης πάντων Θεὸς τὴν καινοτομίαν ταύτην εἰσήνεγκεν, ἀλλ´ ἵνα ῥυθμὸς καὶ τάξις ἐντεθῇ τῇ κτίσει, κατά γε τὸν Δαμασκηνὸν Ἰωάννην, ἄρχοντος καὶ ἀρχομένου, καὶ ἵνα παιδευθῶμεν ἐκ τούτο καὶ ἡμεῖς κοινωνεῖν ἀλλήλοις καὶ μεταδιδόναι, ἀναοσιῶεοΟϛ","prev":{"citation":"Annales 68","label":"68","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/68","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/68"},"next":{"citation":"Annales 70","label":"70","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/70","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/70"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}