{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 70","citation":"Michael Glycas, Annales 70","ref":"70","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/70","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/70","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/70.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":387,"text":"κρίνειν τε τῶν γινομένων μηδὲν, ἀλλ´ ἐπὶ πᾶσι καλῶς ὑποτάσσεσθαι. ΠΙΙΙΘΓΦ. Πρὸς τούτοις δὲ καὶ ἕτερον ἡμῖν ὑπεμφαίνει σαράδοξον ἡ σελήνη ἐκλείπουσα, ὡς ὁ θειότατός φηαιν Ἀναστάσιος. Καθάπερ γὰρ αὕτη ζόφῳ καθυποπίπτει μεσολαβούσης τῆς γῆς κἀντεῦθεν τὰς ἡλιακὰς ἀκοῖνας ἀποστρεφούσης, οὕτω καὶ ἡ Ἐκκλησία μασολαβούσης τῆς ἁμαρτίας σκότους ἐμίπλαται κατ´ ἀποστροφὴν πάντως τοῦ νοητοῦ ἡλίου. Καλῶς οὖν ἔλεγε καὶ ὁ μακάριος Παῦλος, «Πάντα εἰς Χριστὸν προτετύπωται.» Ὅτι δὲ ἡ σελήνη αὕτη τῆς Ἐκκλησίας εἰκόνα φέρει, ὡσαύτως ὁ αἰσθητὸς οὗτος Κλιος τοῦ νοητοῦ ἡλίου, αὐτοῦ δηλαδὴ τοῦ Χριστοῦ, τοῦ προφήτου Ἀβακοὺμ ἄκουε λέγοντος,» Ἐπήρθη ἂ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς,» Κατὰ γὰρ τὸν τὰ τοιαῦτα ἐξηγούμενον μέγαν Κύριλλον ἡ Ἐκκλησία πρότερον ἐν ἀταξίᾳ ἐτύγχανεν, ἄτε τοῖς δαιμονίοις λατρεύουσα, ὕστερον δὲ τοῦ νοητοῦ ἡλίου ἐπαρθέντος ἐν τῷ σταυρῷ ἐν εὐταξίᾳ γέγονε πρὸς αὐτὸν ἐπιστραφεῖσα τὸν Κύριον. Καὶ τοῦτο δεδήλωκεν αὐτὸς ὁ Χριστὸς οὕτως εἰπῶν, Ὅταν ὑψωθῶ, τότε πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Υίνωσκε δὲ, ἀγαπητὲ, ὅτι καὶ διὰ ταῦτα μὲν ἐκλείπειν ὁ ἥλιος καὶ ἡ σελήνη συγκεχώρηται, οὐ τοσοῦτον δὲ ὅσον τὴν τῶν προσκυνούντων αὐτὰ διελέγχεσθαι ἄνοιαν, κἀντεῦθεν παιδεύεσθαι ὅτι τρεπτὰ ταῦτα καὶ ἀλλοιωτά. Πᾶν δὲ τρεπτὸν οὐ Θεός, Καὶ τοιαῦτα μὲν οἱ ἀστέρες ἐκ τῶν ἐν αὐτοῖς αυμπιπτόντων διδάσκουσι τοὺς λόγου μετέχοντας. Κατὰ τοῦτο καὶ ὁ θεόπτης ἔλεγε Μωσῆς, «Καὶ ἔθετο ταῦτα εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ ἡμέρας καὶ εἰς ἐνιαυτούς.» Διὰ γὰρ αὐτῶν τοιῶνδε ἢ τοιῶνδε τοῖς χρώμασιν ἀνατελλόντων τήν τε χειμερινὴν τοῦ ἀέρος κατάστασιν καὶ τὴν εὐδιεινὴν σημειούμεθα. Δι´ αὐτῶν αἱ τροπαὶ, δι´ αὐτῶν οἱ καιροὶ, ἔαρ δηλαδὴ, θέρος, μετόπωρον καὶ χειμών· ὁ γὰρ ἦκιος τὸν ζωδιακὸν ἠρέμα διοδεύων κύκλον, καὶ ποτὲ μὲν τῷ Καρκίνῳ παραγενόμενος ποτὲ δὲ τῷ Ζυγῷ, καὶ ἄλλοτε πάλιν ἐν τῷ Αἰγοκέρωτι, τὰς διαληφθείσας τέσσαρας εἰσφέρει τροπάς. Δι´ αὐτῶν εἰ ἡμέραι, δι´ αὐτῶν οἱ ἐνιαυτοί. Τῷ γὰρ οὐρανῷ συμπεριφερόμενος ὁ ἥλιος ποιεῖ τὸ νυχθήμερον, ἰδίᾳ δὲ τὴν ἑαυτοῦ ποιούμενος δίοδον καὶ ἀπὸ ζωδίου μεταβαίνων εἰς ζώδιον τὸν ἐνιαυτὸν ἐκπληροῖἐνιαυτὸς γὰρ οὐδὲν ἄλλο ἐστὶν ἀλλ´ ἡ ἀπὸ τοῦ αὐτοῦ καὶ ἐνὸς σημείου ἐπὶ τὸ αὐτὸ πάλιν ἀποκατάστασις. Ταῆτα δὲ πάντως οὐκ ἄξιον ἀγνοεῖν τοὺς πιστούς. Ἐντεῦθεν γὰρ ἡ ἄῤῥητος τοῦ Θεοῦ σοφία καταλαμβάνεται καὶ δύναμις· τὰ γὰρ ἀόρατα αὐτοῦ, καθά φησι Παῦλος, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. Ταύτῃ τοι καὶ κατακρίτους ἐκείνους ὁ μέγας φησὶ Μάξιμος, ὅσοι διὰ τῆς τῶν ὄντων αἰτίας οὐ χειραγωγεῖν ἐθέλουσι καὶ ἑαυτούς.","prev":{"citation":"Annales 69","label":"69","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/69","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/69"},"next":{"citation":"Annales 71","label":"71","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/71","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/71"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}