{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 74","citation":"Michael Glycas, Annales 74","ref":"74","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/74","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/74","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/74.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":405,"text":"τετραπτέρυγα νεόττι α καὶ τετράποδα. Καὶ τοῖς μὲν ἀγνοοῦσι τὴν αἰτίαν ἔκπληξιν ἐμποιεῖ τὰ τοιαῦτα πολλὴν, οὖκουν δὲ καὶ τοῖς λόγου μετέχουσι. Τούτῳ μέντοι τῷ τρόπῳ καὶ δικέφαλον ὄφιν ἔδοι τις ἂν, καὶ ὅσα τοιαῦτα πλήρη τυγχάνοντα θαύματος. Ἀλλὰ μὴ σύ γε διαταράττου τούτων ἕνεκα, μηδὲ κακοποιῶν ἀστέρων ἀκτινοβολίας ἐπὶ τούτοις παρ-εἰσαγε. Ἄφες ἐπὶ ματαίοις ματαιάζειν αὐτούς. Ἐπὶ πᾶσι γὰρ τούτοις ἡ αἰτία σαφής. Εἰ μὲν οὐκ ἐτίκτοντο βρέφη δίδυμά τε καὶ τρίδυμα, εἶχες ἄν τι καὶ λέγειν· ἐπεὶ δὲ καθ´ ἑκάστην τοιαῦτα ὁρᾶς καινὸν πάντως οὐδὲν εἴγε συγκεκολλημένα τὰ δίδυμα καὶ οὐ διηρημένα πολλάκις τῆς μήτρας ἐκπίπτουσι. Προγινώσκειν μὲν οὖν καὶ ἀμυδρῶς τοῦ μέλλον- ἦ τος ἔκ τινων σημείων καταστοχάζεσθαι, ἄνευ ἀντιλογίας καὶ ἡμεῖς τοῦτο κατατιθέμεθα. Οὐδὲν γὰρ ἐπὶ προδήλοις οὕτω πράγμασιν ἀντιπίπτειν ἐπὶ πλέον ἰσχύομεν. Εἰ γὰρ καὶ ἥμαρτεν ἐν παραδείσῳ ὁ ἄνθρωπος, εἰ καὶ τὸ δοθὲν αὐτῷ προφητικὸν χάρισμα πάμπαν ἀπώλεσεν, ἀλλ´ οὐκ ἀφῆκεν αὐτὸν ὁ πανοικτίρμων Θεὸς τοῖς ἀνοήτοις κτήνεσι τέλεον παραβάλλεσθαι. Ἐφ´ ᾧ καὶ σημεῖά τινα δίδωσι τοῦ προορᾶν ἕνεκεν ἔστιν ὅτε τὰ μέλλοντα κὰντεῆθεν ἑαυτῷ περιποιεῖσθαι ἀσφάλειαν. Καὶ τί χρὴ πολλὰ λέγειν; Οἱ ἐν τῷ ἀέρι φαινόμενοι κομῆται λόγῳ μὲν φυσικῷ συνίστανται, θανάτους δὲ ὄμως βασιλέων ἢ καὶ προσώπων ἐπιφανῶν καταγγέλλουσιν ὡς ὁ μέγας ἔφη καὶ οὐρανοφάντωρ Βασίλειος. Ἀλλὰ καὶ αὐχμῶν ἔστιν ὅτε ἀνέμων οἱ τοιοῦτοι δηλωτικοὶ, οἱ καὶ δοκοῦσι μὲν εἶναι ἀστέρες, οὐκ εἰσὶ δέΠῶς καὶ γάρ; εἴγε συνίστανται μὲν, οὐ παραμένουσι δέ· τῆς γὰρ ὕλης τῷ πυρὶ δαπανηθείσης, δι᾽ ἧς ὁ κομήτης συνέστηκεν, ἐξ ἀνάγκης καὶ οὐτος σβεννύμενος διαλύεται. Ἀλλ´ ὅρα καὶ τὴν γένεσιν ὁποία τίς ἐστι καὶ πόθεν ἔσχηκε τὴν ἀρχήν. Ἐκ τῆς καπνώδους καὶ ξηρᾶς ἀναθυμιάσεως ἕως αὐτῆς τῆς σελήνης ἀνάγεται διὰ κουφότητα καπνὸς μὲν οὖσα κατὰ τὴν οὐσίαν, φλὸξ δὲ κατὰ τὴν δύναμιν. Ἐφ´ ᾧ καὶ ὑπέκκαυμα ταύτην ὁ Ἀριστοτέλης ἐκάλεσε, τουτέστιν ὑφειμένον πῦρ· ὁ γὰρ καπνὸς θερμὸς μέν ἐστι, μὴ μέντοι γε πῦρ αὐτενέργητον. Ἐξάπτεται τῇ τοῦ παντὸς περιφορᾷ συγκινούμενον. Ἀλλ´ ἡμέρας μὲν οὐ φαίνεται διὰ τὴν τοῦ ἡλίου μαρμαρυγὴν, νυκτὸς δὲ τὰ τοιαῦτα διάδηλα γίνεται. Ἐπειδὰν οὖν τὸ μέρος τοῦ ὑπεκκαύματος διὰ τὴν κίνησιν ἐξαφθῇ, εἰ μὲν οὐκ ἐντύχῃ ἐτέραις οὐσίαις ἐπιτηδείαις εἰς ἔξαψιν, θᾶττον ἐναποσβέννυται, ἐπειδὰν δὲ κινηθὲν παχείᾳ ὕλῃ ἐγκύρσῃ τινὶ, ἐκεῖσε ἐνίσχεται· ὅθεν ἡ τοιαύτη ὕλη κατὰ πᾶν ἐξαπτομένη αἴξ τε καὶ κομήτης. λένεται. Ἀποσπινθηρίζουσα γὰρ δοκεῖ τινα κόμην ἔχειν καθειμένην καὶ οἷά τισι μαλλοῖς κατὰ τὰς αἶγας βρίθεσθαι· ταύτῃ τοι καὶ κομήτης τὸ τοιοῦτον φάσμα ὡνόμασται, Οὕτος μὲν ὁ κομήτης ἐνίοτε καὶ πολυήμερός ἐστιν, ἀρκούσης τῆς ὑποκειμένης","prev":{"citation":"Annales 73","label":"73","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/73","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/73"},"next":{"citation":"Annales 75","label":"75","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/75","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/75"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}