{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 76","citation":"Michael Glycas, Annales 76","ref":"76","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/76","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/76","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/76.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":417,"text":"τηνικαῦτα γὰρ ὑπὸ τοῦ νέφους, ὡς εἴπομεν, συμ. τιεζοένη τε καὶ ὠθουμένη κάτω ῥιπτεῖσθαι πάλιν ιάζεται. Ὁ δὲ ἕτερος ἀποτίκτεται κεραυνὸς τῶν ύ´ οΚαι. κω, Ἡ μὲν γὰρ ῥῆξις · λν ἀτεγάννησε, τοῦ νέφους βίᾳ σπασθέντος· τηνικαῦτα δὲ θυλάκου ὥσπερ διαῤῥαγέντος ὑετὸς καττνήνεκται. Ὁ δέ γε τῆς ῥήξεως ἦχος τὴν βροντήν ἀπεγέννησεν. Ἀλλ´´ ἐκεῖ μὲν δεῖ πρῶτον ῥαγῆναι τὸ νίφος καὶ οὔτω φανῆναι τὴν ἀστραπήν· ἡμεῖς δὲ τοῦ πυρὸς ἐπιλαμβανόμεθα πρότερον, Τούτου δὲ αἴτιον λν τῶν ὠτίων καὶ τῶν ὁφθαλμῶν διοργάνωσις· ο μὲν γὰρ ὁφθαλμοὶ ἡμῶν ἀμέσως ὁμιλοῦντες τῷ ἀέρι τοῦ ὁρατοῦ θᾶττον ἀντιλαμβάνονται, ὁ δέ γε τοῖς ὠτίοις προβεβλημένος κοχλοειδὴς πόρος βραἄΕως εἰσάγει τὸν ψόφον. Κοχλοειδῆ δὲ τὸν τοιοῦτον κατεσκεύασε πόρον ὁ δημιουργὸς ἡμῶν Θεὸς, ἵνα μὴ ἐκ τῶν παραπιπτόντων ἡμῖν ἀθρόων, εἴτε ψόφου εῖτε ἀέρος ψυχροῦ, ὁ ἐγκέφαλος ἡμῶν οὐ μικρῶς καταβλάπτηται. Καὶ εἰ μὲν ἀπὸ ξηροτάτου νέφους ὁ κεραυνὸς ἐκραγῇ, φοινικοῦς τε τὴν χροιὰν ἄ τοιοῦτός ἐστι,καὶ τὴν οὐσίαν φλογώδης, εἰ δὲ ἀφ´ ὑγροτέρου νέφους, λευκόν τε ἔχει τὸ χρῶμα καὶ καυσώδης ἤκιστα ϋτω μὲν οὗτω, καθάπερ ἄνωθεν εἵρηται, καὶ τοὺς ἀστέρας τοὺς ἀπλανεῖς τε καὶ πλανωμένους εἰς σημεῖα καὶ εἰς καιροὺς ὁ ποιητὴς πάντων καὶ κύριος ἔθετο. Κυρίους δὲ τῶν ἐφ´ ἡμῖν ἀρετῆς τε καὶ κακίας παρεκτικοὺς οὐκ ἄν ποτε εἴπῃ τις λογισμοῦ κύριος ὢν, εἰ γε καὶ μᾶλλον ἤκουσε τοῦ Θεοῦ διὰ τοῦ προφήτου λέγοντος· «Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε.» Ἐὰν θέλητε γὰρ εἰπὼν ἔδειξε προφανῶς ὡς ἐλεύθερός τι δ καθ´ ἕνα ἡμῶν, καὶ ὅτι τῶν αὐτοῦ πράξεων ἕκαστος ὀμολογουμένως πέφυκε κύριος. Εἰδέναι γὰρ τοῦτο πρὸς τοῖς εἰρημένοις ἄνωθεν ὀφείλεις, ἀγαπητὲ, ὅτι οἱ τὸν ἥλιον λέγοντες μὴ τὴν γῆν ὑποτρέχειν κάτωθεν μετὰ τὴν αὐτοῦ δύσιν, ἀλλ´ ἐκ πλαγίου τὴν αὐτοῦ ποιούμενον δίοδον πρὸς ἀνατολὰς ἀπέρχεσθαι κἀκεῖθεν αὖθις ἀπέρχεσθαι τοῦ φωτίζειν τὴν γῆν, οὐκ εὐπαράδεκτα λέγειν, ὡς οἷμαι, τοῖς εὖ φρονοῦσιν κριθήσονται, εἰ μή που κατὰ λόγον οἰκονομίας τοιαῦτα λέγειν προάγονται. Εἰ γὰρ οὐδὲν ἔτερόν ἐστιν λν νὺξ ἀλλ´ ἢ σκίασμα γῆς, τοῦ ἡλίου τὴν γῆν ὑποτρέχοντος, ὡς ὁ Δαμασκηνὸς Ἰωάννης φησὶ, πῶς λοιπὸν βαθεῖα τὴν ἡμέραν διαδέξεται νὺξ, τοῦ ἡλίου κατ´ ἐκείνους ἐγγύτατα καὶ μικροῦ πρὸς ἡμᾶς στρεφομένου, κἀντεῦθεν ἀκτίνων ἡμῖν ἐμπιπτουσῶν καὶ φωτιζουσῶν τὸ περίγειον· Καὶ εἰ μὴ πείθῃ τοῖς λεγομένοις, αὐτοῖς τοῖς πράγμασι πείσθητι. Ἐν Βρετανίᾳ τῇ νήσῳ ὁκτωκαιδεκάωρος μὲν λν ἡμέρα ἐστὶν, ἐξάωρος δὲ λν νύξ. Καὶ οὐ μόνον ἑξάορος, ἀλλὰ καὶ τὸ σκότος αὐτῆς οὐ πάνυ βαθὺ, τοιοῦτον δὲ εἰπεῖν ὀποῖόν ἐστι τὸ παρ´ ἡμῖν λεγόμενον λυκάφοτον. Ἐμπίπτουσι γὰρ αὐτοῖς αἱ αὐγαὶ τοῦ ἡλίου. Τένος ἕνεκεν; Ὅτι κἀν ταῖς νυξίν αὐταῖς ὁ ἤλιος","prev":{"citation":"Annales 75","label":"75","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/75","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/75"},"next":{"citation":"Annales 77","label":"77","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/77","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/77"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}