{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 79","citation":"Michael Glycas, Annales 79","ref":"79","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/79","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/79","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/79.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":405,"text":"ὑποδεικνύντα. Βαδίσωμεν, φασὶν, ἐπὶ τὸ βόρειον πέλαγος· γλυκύτερον γὰρ τῆς Χοιπῆς θαλάσσης ἐκεῖνο τὸ ὕδωρ, διότι ἐπ´ ὁλίγον αὐτῇ προσδιατρίβων ὁ ἤλιος οὐκ ἐξάγει αὐτῆς ὅλον διὰ τῆς ἀκτῖνος τὸ πότιμον. Χαίρει δὲ τοῖς γλυκέσι καὶ τὰ θαλάττιμ. Ὅθεν καὶ ἐπὶ τοὺς ποταμοὺς ἀνανήχεται πολλάκις καὶ πόῤῥω θαλάσσης φέρεται Ἐκ τούτου προτιμότερος αὐτοῖς ὁ Πόντος τῶν λοιπῶν ἐστι κόλπων, ὡς ἐπιτήδειος ἐναποκυῆσαι καὶ ἐκθρέψαι τὸ ἔκγονα Καὶ τοῦτο δὲ πρὸς τοῖς ἄλλοις ὁ μέγας φησὶ Βασίλειος. Ἥκουσα ἐγώ τινος τῶν παραλίων ὅτι ὁ θαλάσσιος ἐχῖνος, τὸ μικρὸν παντελῶς καὶ εὐκαταφρόνητον ζῶον, διδάσκαλος πολλάκις γαλήνης καὶ κλύδωνος τοῖς πλέουσι γίνεται· ὃς ὅταν προΐδῃ ταραχὴν ἐξ ἀνέμων, ψηφῖδά τινα ὑπελθὼν γενναίαα Ἀπσ´ αὐτῆς ὥσπερ ἐπ´ ἀγκύρας βεβαίως σαλεύει, κατεχόμενος τῷ βάρει πρὸς τὸ μὴ ῥᾳδίως τοῖς κύμασιν ἀποσύρεσθαι. Τοῦτο οὖν ὅταν ἴδωσιν οἱ ναυ τιλλόμενοι τὸ σημεῖον, ἴσασι τὴν προσδοκωμένη, βιαίαν κίνησιν τῶν ἀνέμων Ἀλλὰ καὶ ἡ τευθὶς φαινομένη σημεῖον χειμῶνός ἐστιν. Ἡ γὰρ τευθίς ἱχθύδιόν ἐστι λεῖον τὴν ἐπιφάνειαν τῆς σαρκὸς, ὅθεν καὶ μαλάκιον ὀνομάζεται. Γυμνὸν οὖν πάντη καὶ ἀσκεπὲς ὃνὐδὲ γὰρ ὀστράκῳ ἢ δέρματι περιέχεται προαισθάνεται δι´ εὐπάθειαν τοῦ χειμῶνος, ὅθεν ἐξάλλεται φεύγουσα τὸ ψῦχος καὶ τὴν ἐν βάθει ταραχὴν τῆς θαλάσσης Ὅταν οὕν ἴδωσι τὸ ἰχθύδιον τοῦτο ἐπινηχόμενον τῇ θαλάσσῃ, χειμῶνα τεκμαίρονται, ὥσπερ ὅταν ἴδωσι τὸν πολύποδα τῆς πέτρας περιεχόμενον, ἀνέμων σημειοῦνται φοράν. Ἐγκατέσπειρε γὰρ τοῖς ζώοις ὁ Θεὸς δυνάμεις προγνωστικὰς πρὸς τὴν τῆς ζωῆς αὐτῶν σύστασιν. Καὶ ἄλλα μὲν τὰ τῆς αλάττης τινὰ τυγχάνει φοβερά. Οὐχ ἦττον δὲ καὶ τρυγόνος κέντρον τῆς θαλαττίας, καὶ ταύτης νεκρᾶς, καὶ ὁ λαγωὸς ὁ θαλάσσιος ταχεῖαν καὶ ἀπαραίτητον τὴν φθορὰν ἐπιφέρονται. Γίνωσκε δὲ ὅτι παρὰ τοῖς ἰχθύσιν λαγνείαν εἶναι Κέφαλος γὰρ θῆλυς παρὰ τῷ αἰγιαλῷ προσδεθείς ποιεῖ τοὺς ἄῤῥενας πελαγίζοντας πλησιάζειν ἐκεῖσε καὶ οἷον τῇ θηλείᾳ περισκαίρειν. Ὁ κύων ἰχθὺς ἡνίκα ψόφου τινὸς αἴσθηται, τὰ σκυλάκια αὐτοῦ παρὰ τῷ οἰκείῳ κρύπτει κόλπῳ καὶ αὖθις ἐξάγει. Ὅρα δὲ σοφίαν καὶ πονηρίαν μικροῦ ζώου καὶ ἀσθενοῦς. Ὁ καρκίνος τῆς σαρκὸς ἐπιθυμεῖ τοῦ ὀστρέου Ἀλλὰ καὶ δυσάλωτος ἡ ἄγρα αὐτῷ διὰ τὴν περιβολὴν τοῦ ὀστράκου γίνεται· ἀῤῥαγεῖ γὰρ ἑρκίῳ τὸ ἁπαλὸν τῆς σαρκὸς ἡ φύσις κατησφαλίσατο, διὸ καὶ ὀστρακόδερμον τὸ ζῶον προσαγορεύεται. Καὶ ἐπειδὴ δύς κοιλότητες ἀκριβῶς ἀλλήλαις προσηρμοσμέναι τὸ ἑστοεον πεοιπτύσσονται, ἀναγκαίως ἄπρακτοί εἰς νε αἱ χηλαὶ τοῦ καρκίνου. Τί οὖν ποιεῖ; Ὅταν ἴδῃ ἐν ἀπηνέμοις μεθ´ ἡδονῆς διαθαλπόμενον καὶ πρὸς τὰς ἀκτῖνας τοῦ ἡλίου τὰς πτύχας αὐτοῦ διαπλώσαντα, τότε δὴ λάθρα ψηφῖδας παρεμβαλὼν διακωλύει τὴν αύμπτυξιν, καὶ εὐρίσκεται τὸ ἐλλεῖπον μέρος τῆς δυνάμεως διὰ τῆς ἐπινοίας περιεχόμενος. Αὐτῇ","prev":{"citation":"Annales 78","label":"78","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/78","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/78"},"next":{"citation":"Annales 80","label":"80","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/80","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/80"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}