{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 80","citation":"Michael Glycas, Annales 80","ref":"80","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/80","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/80","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/80.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":356,"text":"Κἡ κακία τῶν μήτε λόγου μήτε φωνῆς μετεχόντων. Οἷδε τὰ κήτη τὴν ἀφωρισμένην αὐτοῖς παρὰ τῆς Κφύσεως δίαιταν. Τὴν ἔξω τῶν οἰκουμένων χωρίων κατείληφε θάλασσαν, τὴν ἔξω νήσων, ἧ μηδεμία πρὸς τῇ ἀντίπερα καθέστηκεν ἤπειρος. Διόπερ ἄπλους ἐστὶν, οὔτε ἱστορίας οὔτε τινὸς χρείας κατατολμᾶν αὐτῆς τοὺς πλωτῆρας ἀναπειθούσης. Ἐκεῖνα καταλαβάντα τὰ κήτη τοῖς μεγίστοις τῶν ὀρῶν κατὰ τὸ μέγεθος ἐοικότα, ὡς οἱ τεθεαμένοι φασὶ, μένει ἐν τοῖς οἰκείοις ὅροις, μήτε ταῖς νήσοις μήτε ταῖς παραλίαις πόλεσι λυμαινόμενα. Οὔτω μὲν οὖν ἕκαστον γένος ὥσπερ πόλεσιν ἢ πατρίσιν ἀρχαίαις τοῖς ἀποτεταγμένοις αὐτοῖς τῆς θαλάσσης μέρεσιν ἐναυλίζεται. Ἔστι μὲν οὖν καὶ κῆτος πρίων οὔτω καλούμενος · τοῦτο ἐὰν ἴδῃ πλοῖον ἀρμενίζον, συναρμενίζει καὶ αὐτὸ τῷ πλοίῳ. Κἡ κῆτος ἕτερον ἀσπιδοχελώνη · τοῦτο ἐὰν πεινάσῃ, ἀνοίγει τὸ στόμα αὐτοῦ, κἀκεῖθεν εὐωδίας ἐξερχομένης εἰσέρχονται τὰ μικρὰ χθύδια, καὶ οὕτως κορέννυται. Ταῦτα μὲν οὐν καὶ ἐπὶ τοῦ διαβόλου καὶ ἀνθρώπων ἔστιν ἰδεῖν· οὐδέτοας νὰρ διαλείπει τούτοις ἐπακολουθῶν καὶ παν τοίως ἀποπλανῶν αὐτοὺς, καὶ μάλιστα τοὺς φρονήματι μικροτέρους· καταπίνει γὰρ αὐτοὺς τοῖς τοῦ βίου τερπνοῖς δελεάζων, εἰ καὶ μηδέποτε κορέννυτμι, Εἰσὶ μὲν οὖν καὶ ἕτερα γένη κητῶν, φῶκαι καὶ φάλαιναι, δελφῖνες καὶ ζύγαιναι καὶ ὅσα τοιαῦτα · εἰσὶ δὲ καὶ ἕτερα περὶ ὧν ἡ Γραφή φησι· «Κἡ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα,» ἃ δὴ καὶ ἰδιάζουσαν ἴσχε δίαιταν ἐν ἀφωρισμένοις χώροις, ὥστε μὴ καταβλάπτεσθαι τοὺς αὐτοῖς ἐντυγχάνοντας. Κἡ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα. Οὐκ, ἐπειδὴ καρίδος καὶ μαινίδος μείζονα, διὰ τοῦτο μεγάλα εἴρηται, ἀλλ´ ἐπειδὴ τοῖς μεγίστοις ὄρεσι τῷ ὄγκῳ τοῦ σώματος παρεικάζεται· ἃ δὴ καὶ νήσων πολλάκις φαντασίαν παρέχονται, ἐπειδὰν ποτε ἐπὶ τὴν ἄκραν ἐπιφάνειαν τοῦ ὕδατος ἀνανήξηται. Ταῦτα μέντοι τηλικαῦτα ὄντα οὐ περὶ ἀκτὰς οὐδὲ περὶ αἰγιαλοὺς διατρίβει, ἀλλὰ τὸ Ἀτλαντικὸν λεγόμενον πέλαγος ἐνοικεῖ. Τοιαῦτά ἐστι τὰ πρὸς φόβον καὶ ἔκπληξιν ἡμετέραν δημιουργηθέντα ζῶα Ἐὰν δὲ ἀκούσῃς ὅτι τὰ μέγιστα τῶν πλοίων ἡπλωμένοις ἱστίοις ἐξ οὐρίας φερόμενα τὸ. μικρότατον ἰχθύδιον ἡ ἐχενηῒς οὕτω ῥᾳδίως ἵστησιν ὥστε ἀκίνητον ἐπὶ πλεῖστον φυλάσσει τὴν ναῦν ὥσπερ καταῤῥιζωθὲν ἐν αὐτῷ τῷ πελάγει, ἆρ´ οὐχὶ καὶ ἐν τῷ μικρῷ τούτῳ τὴν τοῦ δημιουργοῦ καταλαμβάνεις ἰσχύν; Ἐκ πάντων οὖν μεγάλων τε καὶ μικρῶν τῆς τοῦ κτίσαντος δυνάμεως ἀπόδειξιν λάμβανι. Τί δήποτε οἱ θαλαττουργοῦντες τὼ χεῖρε πάσχουσιν,","prev":{"citation":"Annales 79","label":"79","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/79","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/79"},"next":{"citation":"Annales 81","label":"81","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/81","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/81"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}