{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 87","citation":"Michael Glycas, Annales 87","ref":"87","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/87","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/87","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/87.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":387,"text":"Πῶς δὲ καὶ φθαρτικὰ πτερῶν ἐτέρων ἀετῶν τυνχάνει πτερά; σηπεδονώδους ταῦτα μετειλήφασι φύσεως. Οὐκ ἂν σωθείη ἕτερα τὰ πτερὰ τούτοις πυναναμιγνύμενα· θᾶττον γὰρ ἐντεῦθεν ἀπόλλυνται. Διὰ τί δὲ καὶ ὁ χαραδριὸς εἴ ποτε ἀντιβλέψει τῷ ἰκτεριῶντι, μύει τοὺς ὀφθαλμούς; οὐχ ὥς τινές Κφασι, τῷ νοσοῦντι βασκαίνων καὶ τὸ φρόνημα πρὸς ὧγείας μετάδοσιν ἔχων ἐπίφθονον· οὐ γὰρ τοῖς ἀλόγοις βασκανία τις μέτεστιν, οὐδέ Προμηθεὺς παρ´ ἐκείνοις κολάζεται, ἀγαθοῦ τινος τοῦ πυρὸς μεταδούς τοῖς ἀνθρώποις. Ὀφθαλμὸν δὲ μύει χαραδριὸς, ἐπεὶ τὸ πάθος ἀμείβεται καὶ τὴν ὄρνιν εὐθὺς ἡ νόσος μετέργεται. Ἀλλ´ οὐδὲ τοῦτο ἔξωθεν θαύματος, ὡς ἄγρυπνος ἡ ἀηδὼν ὅταν ἐπῳάζει, διὰ πάσης νυκτὸς τῆς μεἰ λωδίας μὴ ἀπολήγουσα. Πῶς τετράπουν τὸ αὐτὸ καὶ πτηνὸν ἡ νυκτερίς; πῶς μόνη τῶν ὁρνίθων ὀδοῦσι νοὸααι· Χωογονεῖ μὲν ὡς τετράποδα, ἐπιπολάζει δὲ τῷ ἀέρι, οὐχὶ πτερῷ κουφιζομένη, ἀλλ´ ὑμένι τινὶ δερματίνῳ. Πῶς δὲ καὶ τῶν χηνῶν γένος ἄγρυπνον καὶ πρὸς τὴν τῶν λανθανόντων αἴσθησιν ὀξύτατον; οἶγε ποτὲ καὶ τὴν βασιλίδα πόλιν περιεσώσαντο πολεμίους τινὰς ἀφανεῖς δι´ ὑπονόμων ἀφανῶν δὴ μέλλοντας τὴν ἄκραν τῆς Ῥώμης καταλαμβάνειν μηνύσαντες, ὁ ὁ τοῖς γυψὶ προαγγέλλων τῶν ἀνθρώπων τὸν θάνατον, ὅταν κατ´ ἀλλήλων ἐπιστρατεύσωσιν· ἴδοις γὰρ ἂν μυρίας ἀγέλας γυπῶν τοῖς στρατοπέδοις παρεπομένας, ἐκ τῆς τῶν ὅπλων παρασκευῆς τεκμαιρομένας τὴν ἔκβασιν, ὅπερ οὐ μακρὰν ἐστι λογισμῶν ἀνθρωπίνων. Καὶ ἄλλας δὲ θαυμάζειν ἔπεισι τῷ προσέχοντι Τὰ μὲν γὰρ ἐκ τῆς διαδοχῆς τῶν προῦπαρχόντων παράγεται, τὰ δὲ ἔτι καὶ νῦν ἐξ αὐτῆς τῆς γῆς ζωογονούμενα δείκνυται. Οὐ γὰρ μόνον τέττιγες ἐν ἐπομβρίαις ἀνίασιν, οὐδὲ ἄλλα μυρία γένη τῶν ἐμφερομένων τῷ ἀέρι πτηνῶν, ὧν ἀκατονόμαστά ἐστι τὰ πλεῖστα διὰ λεπτότητα· ἀλλ´ ἤδη καὶ μῦς καὶ βατράχους ἐξ αὐτοῦ ἀναδίδοσθαι, ὅπου γε περὶ Θήβας τὰς Αἰγυπτίας, ἐπειδάν ὕσῃ λάβρως ἐν καύμασιν, εὐθὺς ἀρουραίων μυῶν ἡ χώρα καταπληοοῦται. Τὰς δὲ ἐγχέλυς οὐκ ἄλλως ὁρῶμεν ἢ ἐκ τῆς ἰλύος συνισταμένας, ὧν οὕτε ὡὸν οὔτε τις ἄλλος τρόπος τὴν διαδοχὴν συνίστησιν, ἀλλ´ ἐκ τῆς Ο γῆς αὐτῆς ἐστιν ἡ γένεσις. Ὅρα δὲ καὶ τὸν ἐρωδιόν. Ὁ ἐρωδιὸς εἶδος ὀρνέου ἐστὶ πηγνύντος τὴν καλιὰν αὐτοῦ πάντων ἄνωθεν τῶν στρουθῶν, ἤγουν ἐν τοῖς ὑψηλοτάτοις τῶν δένδρων, καὶ μάλιστα ταῖς ἐλάταις. Καὶ ὁ Ἀκύλας «Ἐρωδιῷ ἐλάται οἵκῳ αὐτοῦ.» Πάντων οὖν ἄνωθεν τῶν στρουθῶν πήγνυσι τὴν καλιάν. Κατὰ τοῦτο καὶ ὁ Δαβίδ φησι· «Τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. » Τοσαύτῃ δὲ σωφροσύνῃ συζῇν τὸν ἐρωδιὸν ῶστε ἡνίκα πρὸς συνουσίαν ἔρχεσθαι μέλλει, ἡμέρας πενθεῖ τεσσαράκοντα, καὶ μετὰ τὴν συνουσίαν","prev":{"citation":"Annales 86","label":"86","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/86","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/86"},"next":{"citation":"Annales 88","label":"88","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/88","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/88"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}