{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 88","citation":"Michael Glycas, Annales 88","ref":"88","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/88","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/88","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/88.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":393,"text":"τὸ ὄρνεον εἴ ποτε φύσεως ἀνάγκῃ πρὸς ἄλληλα συνδυάζεσθαι καθέλκοιτο, ἅτε δὴ τὴν ἐντεῦθεν ἀηδίαν παριστῶν. Εἰ δὲ ταῦτα οὕτως ἔχει, τί ποιήσομεν ἡμεῖς; οἱ λόγῳ μὲν τετιμημένοι, ταῖς δὲ τοῦ βέου κατὰ τοσοῦτον ἡδοναῖς ἐμπεδούμενοι. Καὶ περὶ μὲν τοῦ πελεκάνου, οὗ καὶ ὁ Δαβὶδμέμνηται λέγων· «Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ,» τί χρὴ καὶ λέγειν; Τοῦτο τὸ πτηνὸν ἐν ἄκραις πέτραις πήγνυσι τὴν καλιὰν, τοὺς ἐπιβούλους ἐκφεύγειν διὰ φροντίδος ποιούμενον. Ἀλλ´ ὁ ἐπίβουλος ἔφις ἡνίκα τὸν πατέρα μικρόν τι τῶν τέκνων ἀπο πτάντα θεάσηται, τῆς ἐπιβουλῆς παραχρῆμα ἐφάπτεται. Καὶ ἐπειδὴ μὴ προσεγγίζειν τῇ καλιᾷ δύναται, τὸν ἴὸν αὐτοῖς ἐπιχέει καὶ πόῤῥωθεν· περισκοπήσας γὰρ πρότερον ὅθεν εἰσπνέει ὁ ἄνεμος, κἀκεῖθέν ἐμφυσήσας αὐτοῖς τὸν ἰὸν, ἐπάγει τὸν ὄλεθρον. Ἀλλ´ ὁ πατὴρ ἐπιπτὰς αὐθις αὐτοῖς καὶ φυσικοῖς τισι λόγοις τὴν ἐπιβουλὴν συνιῶν οἶδεν αὖθις ὅθεν ἀναβιώσαιντο· κατὰ κορυφῆς γὰρ αὐτῶν ἡρέμα πτερύσσεται, καὶ τὰς πλευρὰς ἑκατέρωθεν ἐπιπλήσσων ταῖς πτέρυξιν αἴματος αὐτοῖς ῥανίδας ἀφίησι, κἀντεῦθεν οἱ τεθνεῶτες νεοττοὶ παραδόξως ἀναβιώσκουσιν. Ἐπίγνωθι οὖν, ἀγαπητὲ, τίνος ἕνεκεν ἡ παράδοξος αὔτη περὶ τὰ ἔγγονα τῷ πελεκᾶνι συμπάθεια σκιαγραφῆσαι γὰρ ὁ Κύριος τὰ καθ´ ἡμᾶς πάντα κἀν τῷ πτηνῷ τούτῳ θέλων ἀνέκαθεν, ὅτι τε παράδεισος ἔκτισται καὶ ὅτιπερ ἐν αὐτῷ οἱ πρωτόπλαστοι τέθεινται, ὅτι ὁ νοητὸς ὅφις τὸν ψυχικὸν αὐτοῖς προὐξένησε θάνατον, καὶ ὅτι φιλόστοργος οἱα πατὴρ ἐπὶ τεθνεῶσι παισὶν ὁ ποιητὴς πάντων Θεὸς ἐπ´ αὐτοῖς ἐπικάμπτεται, χρηματίζει τε τὰ καθ´ ἡμᾶς ἄνθρωπος καὶ πάντα τὰ λοιπὰ καταδέχεται, ἐπὶ σταυροῦ τελευταῖον ὑψοῦται, καὶ τῆς πλευρᾶς. αὐτοῦ ζωήῤῥυτον αἷμα ἐκχέει εἰς ἀνάπλασιν τῶν ποωτοπλάστων ἐκείνων τῶν τῷ ἰῷ τεθνηκότων τοῦ ὄφεως, τοιαύτην τῷ πελεκᾶνι συμπάθειαν περὶ τὰ ἕγγονα κατ´ ἀρχὰς ἐνεφύτευαε. Διὰ γὰρ τοῦτο καὶ Λαβλδ προλαβὼν ἔλεγεν· «Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ. » Πελεκὰν γὰρ αὐτὸς ὁ Χριστὸς, καλιὰ ὁ παράδεισος, νεοττοὶ οἱ πρωτόπλαστοι, ἐπίβουλος ὄφις αὐτὸς ὁ διάβολος, ἱὸς ὄφεως ἡ ἑκ τοῦ διαβόλου πάντως ἀπάτη, θάνατος ὁ ἐκ τοῦ Θεοῦ χωρισμὸς, συμπάθεια πατρικὴ ἡ τοῦ Θεοῦ Λόγου δι´, ἡμᾶς ἐνανθρώπησις. Ἡ δὲ τῶν νεοττῶν ὕπερθεν ἐπιπτέρυξις ἡ ἐπὶ σταυροῦ τοῦ Χριστοῦ τῶν πρωτοπλάστων ἄνωθεν ἀπαιώρησις, πλευρῶν ἐπίπληξις ἡ τῆς θείας νύξις πλευρᾶς, καὶ τελευταῖον τοῖς τεθνεῶσιν ἐπιστάζον αἷμα ζωήῤῥυτον· εἰ μὴ γὰρ ζωήῤῥυτον ἦν, οὐκ ἂν τοῖς κάτω κειμένοις ἐχαρίσατο τὴν ἀνάστασιν. Καλῶς οὖν ἔλεγε διὰ τοῦ προφήτου ὁ Κύριος · «Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ.» Λέγει δὲ τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον περὶ τῶν κοράκων ὅτι οὑ σπείρουσιν οὐδὲ θερίζουσιν, ὁ δέ Θεὸς τρέφει αὐτά. Τίνος ἕνεκεν ἐνταῦθα τῶν κοράκων ἐξ ὀνόματος μέμνηται; Λέγεται οὖν ὄτι μισοτέκνους","prev":{"citation":"Annales 87","label":"87","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/87","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/87"},"next":{"citation":"Annales 89","label":"89","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/89","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/89"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}