{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 89","citation":"Michael Glycas, Annales 89","ref":"89","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/89","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/89","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/89.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":383,"text":"ὄντας αὐτοὺς μὴ τρέφειν τὰ οἰκεῖα νεόττια, τρέφεσθαι δὲ προνοίᾳ Θεοῦ ἀπὸ τῶν παραφυομένων τῷ ἀέρι ζωϋφίων τῷ στόματι αὐτῶν ἐμπιπτόντων. Πόσου δὲ καὶ τοῦτο θαύματος ἄξιον Αἱ μέλισσαι τοὺς κηφῆνας ἐφάπαξ καταλαβοῦσαι πεοεισιιένωι τύπτουσι καὶ ἀπολύουσιν· εἰ δὲ καὶ αὖθις αὐτοὺς κατάσχωσι νεκροὺς ἐργάζονται. Καὶ αἱ μὲν αὐτῶν τῷ βασιλεῖ δορυφοροῦσιν αἱ δὲ νυκτός ἐπαγρυπνοῦσι φυλακῆς χάριν διὰ τὸ τὰς κρπιώσας τότε ἀναπαύεσθαι, τῶν δὲ ἔργον ἐστὶ τὸ τὰς νεκράς ἀποκομίζειν ἔξωθεν. Οὐ χρὴ θαυμάζειν. εἴγε ταῖς τῆς σελήνης αὐξομειώσεσι μεταβάλλεται ὁ ἀὴρ, ὅπου γε καὶ ἐν ζώοις πιαὶν ἔστι τοῦτο ἰδεῖν. Φασὶ γὰρ τὴν ἴβιν μηδαμοῦ ὁρᾷν ὅτε ἀσέληνος ὁ οὐρανὸς, μύειν δὲ καὶ ἄσιτον μένειν. Ὁ δὲ κέρκωψ προδηλοτέρας ἔχει τὰς ἐνεργείας · ὅτε γὰρ αὔξει ἡ σελήνη, ὁ τῶν ὀφθαλμῶν κύκλος τούτῳ εὐρύνεται, ὅτε δὲ μειοῦται, συστέλλεται. Ἀλλὰ καὶ ἡ γαλῆ λειψοφωτούσης τῆς σελήνης ἥπατος λείπεται· αὐξιφωτούσης δὲ πάλιν αὐτῆς πὸ τοιοῦτον αὐτῆς προσεπαύξεται μόριον. Φασὶ δὲ καὶ ἐν ποταμῷ τῷ Ὑδάσπῃ γεννᾶσθαι λίθον λίχνην καλούμενον, ὅς σελήνης αὐξομένης ἦχον μελῳδίας ἀποτελεῖ. Καὶ ἐν ποταμῷ δὲ Κελτικῷ διαιτᾶσθαι ἰχθὺν κλωπίαν ἐγχωρίως καλούμενον, ὃς αὐξομένης τῆς σελήνης λευκαίνεται, μειουμένης δὲ μελαίνεται, Ταῦτα δὲ τῇ ἑξαημέρῳ αὐτοῦ συμπεριείληφεν ὁ μέΚγας Ἀναστάσιος. Ἀλλὰ καὶ διὰ τοὺς ἀπιστοῦντας ἢ μᾶλλον εἰπεῖν ἐπιγελῶντας τῇ ἀναστάσει, καθά φησιν ὁ μέγας. Ἐπιφάνιος, παράδοξά τινα προῳκονόμησαν γίνεσθαι Ἡ φάσκα θνήσκει ἡμέρας τεσσαράκοντα καὶ πάλιν ἀνίσταται. Ὁ μύωψ θνήσκει μῆνας ἕξ, καὶ πάλιν ἀνίσταται. Ὁ φοῖνιξ ὁ Ἀραβικὸς ὄρνις λέγεται εἶναι μονογενής. ἄζυγος ἐν τῇ δημιουργίᾳ, κατὰ ἔτη πεντακόσια τοῦτο πάσχει ὃ καὶ φαιδρὰν προῖστᾷ τὴν ἀνάστασιν. Αὐτοὶ καὶ γὰρ οἱ Ἔλληνες περὶ αὐτοῦ διηγοῦνται ὅτι προγνοὺς τὸ τέλος αὐτοῦ ἔρχεται περὶ τὴν Αἴγυπτον καὶ ἀντικρὺ τοῦ ἡλίου ἵσταται, εἶτα τεφροῦται, καὶ ἀπὸ τοῦ χοὸς αὐτοῦ σκώχῆξ γεννᾶται, καὶ αὐτὸς αὖθις εἰς πτηνὸν μεταβάλλεται. Τὸν φοίνικα δὲ τοῦτον, ὡς εἴπομεν, μετὰ ἔτη πεντακόσια εἴωθε γίνεσθαι. Ὁ δὲ στρουθὸς ὁ Λιβυκὸς ὄρνις μὲν ἔστι, πτερωτὸς δὲ, οὐ πέταται δὲ διὲ τὸ τὰ πτερὰ αὐτοῦ μὴ χρησιμεύειν εἰς πτῆσιν· τριχοειδῆ γόρ. Καὶ δίπους μὲν ἔστιν ὡς ὄρνις, διχηλεῖ δὲ ὡς τετράπους. Ἀλλὰ καὶ μονοτόκον οὐδὲν τῶν ὁρνίθων ἐστὶν, εἰ μὴ μόνος ὁ κόκκυξ διὰ τὸ ψυχρὸν τῆς αὐτοῦ φύσεως. Ὅτι δὲ ψυχρὸς, δῆλον ἐκ τῆς δειλίας αὐτοῦ· καὶ γὰρ εἰ μὴ ἦν δειλὸς οὐκ ἂν ὑπὸ πάντων ἐδιώκετο τῶν ὀρνέων, κἀντεῦθεν ἐν ἀλλοτρίαις ἔτικτε νεοττιαῖς. Πανταχοῦ δὲ ἡ ψυχρατης αἰτία δειλίας.","prev":{"citation":"Annales 88","label":"88","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/88","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/88"},"next":{"citation":"Annales 90","label":"90","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/90","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/90"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}