{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 96","citation":"Michael Glycas, Annales 96","ref":"96","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/96","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/96","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/96.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":394,"text":"λαγωὸς τῶν ἐγγόνων, ἃ δὲ ὠδίνει, ἃ δὲ ἡμιτελῆ ἐπιφέρει τῇ γαστρί· ταῦτα γὰρ ἡ ἐπισύλληψις ἐξ ἀνάγκης ποιεῖ. Κατὰ τοῦτο δὲ καὶ, δασύπους ὁ λαγωὸς, καθά φησιν ὁ Ἀριστοτέλης, ὡς πλήρης περιττωμάσων ὥν· ἡ γὰρ δασύτης σημεῖον πλήθους περιττώματος Ὅθεν καὶ ἐπικυΐσκεται τοῦτο τὸ ζῶον. Διὸ καὶ τῶν ἀνθρώπων οἱ δασεῖς ἀφροδισιαστικοὶ καὶ πολύσπερμοι μᾶλλόν εἰσι τῶν λείων. Καὶ οὗτοι μὲν οὕτως· Ἀ δὲ Αἰλιανὸς παράδοξόν τι καὶ λίαν διέξεισι περὶ τοῦ λαγωοῦ· τὸ γὰρ ἐκ τούτου γεννώμενον ἔμβρυον ἐντὸς ἐπιφέρει ἕτερον ἔμβρυον. Ὡσαύτως λέγουσι τόν τε λαγωὸν καὶ τὴν ὕαιναν ἀῤῥενόθηλυν γίνεσθαι. Ἀλλὰ καὶ δειλὸς ὁ λαγωός. Τίνος ἕνεκεν; ὅτι μεγίστην ἔχει καρδίαν, ὥσπερ δὴ ἔλαφος, μῦς, ὕαινα, ὄνος, πάρδαλις, γαλῆ, καὶ ἀπλῶς πάνθ´ ὅσα φανερῶς εἰσι δειλὰ ἢ διὰ φόβον κακοῦργα. Μεγίστων γὰρ ἐν αὐτοῖς τῶν καρδιῶν οὐσῶν διαχέεται τὸ πῦρ καὶ οὐ συνῆκται. Ἐυ´ ᾧ καὶ τυγχάνει δειλά. Τὰ μέντοι μικρὰν ἔχοντα τὴν καρδίαν συνηγμένον ἐξ ἀνάγκης τὸ ἔμφυτον ἔχοντα πυρ· ἐφ´ ᾧ καὶ πρὸς μάχην ὑπάρχει τὰ τοιαῦτα δξύῤῥοπα. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι διετὴς ὁ τῶν ἐλεφάντων τόκος. Τίνος ἕνεκεν; ὅτι τὰ μείζονα κυήματα πλείονος χρόνου δεῖται πρὸς τελείωσιν· τὰ μὲν γὰρ δεκάμηνα, τὰ δὲ ἐνιαύσια καθάπερ ἐπὶ ἵππου. Κατὰ τοῦτο τοίνυν πολυχρόνιός ἐστι καὶ ὁ τῶν ἐλεφάντων τόκος. Διετὴς γὰρ ἡ κύησις αὐτῶν διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους, ὡς Ἀριστοτέλης φησίν. Ἔλαφος ἀποβαλοῦσα τὰ κέρατα κρύπτεται, αἰδουμένη ὥσπερ διὰ τὴν ἐκείνων γύμνωσιν. Ἐπὰν δὲ σαῦτα εἰς αὔξησιν ἔλθῃ, παῤῥησιάζεται πάλιν καθά καὶ πρότερον, Οὕτω καὶ ὁ δίκαιος ἐκτραπεὶς ὅπως δήποτε τοῦ καθήκοντος καὶ τῶν ἀρετῶν γυμνωθεὶς κρύπτεται ἀπὸ Θεοῦ, καθάπερ ποτὲ Ἀδὰμ ἐν τῷ παραδείσῳ πέπονθεν, ἡνίκα γυμνὸν ἑαυτὸν ἑώρα Ἀιὰ τὴν παράβασιν. Ἐπὰν δὲ ἀγωνισάμενος διορθώσοται καὶ τὰς ἀρετὰς ἐπαυξηθείσας θεάσηται, τότε δὴ πρὸς Θεὸν ἐπανάγεται καὶ παῤῥησίας τῆς πρὶν μέτοχος δείκνυται. Καὶ τοῦτο δηλῶν ὁ Δαβὶδ ἔλεγε· «Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ τάσα· πὰς ἐντολάς σου.» Καὶ οὗτοι μὲν οὕτως, ἕτεροι δέ φασιν ὡς οὐ τὴν ἀποβολὴν αἱ ἔλαφοι τῶν κεράτων αἰσχυνόμεναι τὰς συνήθεις δραπετεύουσι διατριβὰς, ἀλλ´ ἑαυτῶν μάλιστα προνοούμεναι. Ἔστι γὰρ αἴσθησις καὶ ἐν τοῖς ἀλόγοις ζώοις, καθ´ ἣν τῆς οἰκείας σωτηρίας ἀπειλήφασι τὴν διάγνωσιν. Οἶδεν ἡ σηπία τῆς ἀχλύος τὸ σόφισμα, καί που θηρᾶται ἀορασίαν ἄγρας πολλάκις ἐνέθηκεν. Οἶδε τὰ νακύώνυχα τὴν διὰ τῶν ὀνύχων ἀκήν. Οἶδεν ὁ λαγωὸς διὰ τοῦ δρόμου καὶ τῆς τῶν ποδῶν ὀξύτητος κυνηγετῶν ἐπιβουλὰς ἀποπέμπεσθαι. Οἶδεν· ἡ ἔλαφος ἀποκειραμένη τὰ κέρατα ἀσθενεστέραν τὴν φύσιν","prev":{"citation":"Annales 95","label":"95","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/95","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/95"},"next":{"citation":"Annales 97","label":"97","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/97","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/97"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}