{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 98","citation":"Michael Glycas, Annales 98","ref":"98","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/98","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/98","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/98.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":437,"text":"καιρῷ· καθὼς οὖν ὅ τε πατὴρ καὶ ἡ μήτηρ διατεθῶσιν, οὕτω ποικίλλεται καὶ τὰ τικτόμενα. Τὰ δὲ λοιπὰ ζῶα καθότι οὐδὲν ἕτέρον διανοοῦνται κατά γε τὸν τῆς συναφείας καιρὸν, κατὰ τοῦτο καὶ τὰ ἔγγονα παντάπασιν ὅμοια τίκτουσιν. Μὴ θαύμαζε δὲ εἴγε παρὰ τοῖς ἀνθρώποις αὐτοῖς ὁμοιώσεις τε καὶ ἀνομοιώσεις πρὸς τοὺς γεννήτορας τὰ τικτόμενα. φέρουσιν. Οἷον μὲν ;γὰρ τῶν σπερμάτων ἐν τῆ ἄναφόρσει καὶ ἀναμίξει ἐπικρατέστερον γένηται, πρὸς ἐκεῖνο καὶ τὸ τοῦ πλαττομένου εἶδος φέρει τὴν ὁμοιότητα. Εἰ δὲ τὰ σπέρματα συγκραθέντα ἐπ´ ἴσης έχει πρὸς ἄλληλα, τότε τὸ γενόμενον ἴσην ἔχει πρός. τε τὸ θῆλυ καὶ τὸ ἄῤῥεν τὴν ὁμοιότητα, τουτέστι πατρομητρόμοια τὰ γεννώμενα τίκτεται. Πολλάκις δὲ καὶ τῆς γυναικὸς φαντασίαν ἐν ταῖς ὁμιλίαις λαβούσης τοῦδε ἦ τῆσδε πρὸς τὸ φαντασθὲν ἀπεικάζεται τὸ. γινόμενον. Ὅ δὴ καὶ ἄῤῥητόν τινα καὶ θαυμαστὸν ἔχει τὸν λόγον. Καὶ ἄκουε τί φησι Διοσκουρίδης περί τινος Στρατονίκου τῆς Σικελίας ἀρχηγοῦ χρηματίσαντος. Ἐκεῖνος γὰρ καὶ ἡ αὐτοῦ σύζυγος δυσειδεῖς μὲν ὄντες, ἐφιέμενοι δὲ παιδίων εὐειδῶν χρηματίσαι γεννήτορες, τοιοῦτόν τι ἐμηχανῶντο· ἑώρων τὰ εἴδωλα, ἤγουν αὐτὰ τὰ ἀγάλματα, καὶ οὗτω μιγνυμένων αὐτῶν πρὸς τὴν τῶν ἀγαλμάτων μοίωσιν τὸ βρέφος αὐτοῖς διεπλάττετο. Τοῦτο δέ καὶ ἐπὶ κυνῶν ἔστιν ἰδεῖν· τῆς γὰρ ὀχείας αὐτοῖς γινομένης πρὸς ὃ τοὺς ὧπας ἀπερείσει τὸ θῆλυ, πρὸς ἐκεῖνο καὶ ἡ ὁμοίωσις γίνεται. Ἀλλὰ γὰρ τὸν σοφώτατον Γαληνὸν εὑρίσκομεν τῷ κεφαλαίῳ τῷδε συνομολογοῦντα, καὶ οὔτω κατὰ ῥῆμα λέγοντα· «Ἐμοὶ Ἐ καὶ λόγος τις ἀρχαῖος ἐμήνυσεν ὅτι τῶν ἀμόρφων τις δυναστῶν εὔμορφον γεννῆσαι θέλων παιδίον ἐποίησε γράψαι ἐν πλατεῖ ξύλῳ εὐειδὲς ἄλλο παιἂίον, καὶ ἔλεγε τῇ γυναικὶ αὐτοῦ συμπλεκόμενος πρὸς ἐκεῖνον τὸν τύπον τῆς γραφῆς ὁρᾷν. Ἡ δὲ. ἀτενὲς βλέπουσα, καὶ ὡς ἕστιν εἰπεῖν ὅλον τὸν νοῦν ἐκεῖσε προσεπιφέρουσα, οὐχὶ τῷ γεννήσαντι ἀλλὰ τῷ γεγραμμένῳ ὅμοιον ἀπέτεκε τὸ παιδίον κατὰ τὴν ὄψιν» Εἰ δὲ καὶ περὶ φύσεως ὄφεων βούλει μαθεῖν τινων, ὁ Νίκανδρος πρὸ τῶν ἄλλων διδάξει σε Αὐτίκα γὰρ ἐν τοῖς ἔπεσιν αὐτοῦ καὶ τάδε περὶ τῶν ἐχιδνῶν στορεῖ. Ἡ θήλεια ἔχις διὰ τοῦ στόματος αὐτῆς δεχομένη τὴν κεφαλὴν τοῦ ἄῤῥενος, καὶ οὔτω συνευ ναζομένη ἀναιρεῖ αὐτόν. Εἰς ἐκδίκησιν οὖν, ὡς ἔοικε, τοῦ πατρὸς ἀναιροῦσι τὴν μητέρα τὰ ἔγγονα· ἐν γὰρ τῷ τοῦ τοκετοῦ καιρῷ τὴν μητρῴαν διαῤῥήσσουσι νηδὺν καὶ οὕτως ἐξέρχονται. Κατὰ τοῦτο καὶ ὁ τοῦ Κυρίου Πρόδρομος γεννήματα ἐχιδνῶν τοὺς ουδαίους ἐκάλει, ἅτε δὴ τοὺς προφήτας καὶ πατέρας αὐτῶν ἀποκτείναντας. Εἰ δὲ περὶ τοὺς ὄφεις οὔτως ἔχει, πῶς νοητέον τὸ εὐαγγελικὸν ῥητὸν τὸ λέγον· «Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί;» πονηρὸς μὲν οὕν ὁ ὄφις καὶ κάκιστος ἀληθῶς, ἀλλὰ καί τινα κέκτηται εἰς ἃ βλέπειν ἐγκελευόμεθα καὶ ταῦτα μιμεῖσθαι, ἐπεὶ καὶ ἡ μέλιττα θανατηφόρῳ ἐφιζάνουσα, ὃ μὲν χρήσιμον ἐκεῖθεν ἐκλέγεται, ὃ δὲ χείριστον ἐκεῖσε","prev":{"citation":"Annales 97","label":"97","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/97","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/97"},"next":{"citation":"Annales 99","label":"99","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/99","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/99"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}