{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"De anima celebres opiniones 537","citation":"Michael Psellus, De anima celebres opiniones 537","ref":"537","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/de-anima-celebres-opiniones/537","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/de-anima-celebres-opiniones/537","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/de-anima-celebres-opiniones/537.md","author":{"name":"Michael Psellus","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus"},"work":{"title":"De anima celebres opiniones","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/de-anima-celebres-opiniones","urn":"urn:cts:greekLit:tlg2702.ogc003722"},"verse":false,"words":448,"text":"σεως, ἀνῆκτο ἀν, καὶ οὐκ ἄν τοῖς ὑπὸ γῆν δικαιωτηρίοις παρεδίδοτο. Τὰ δὲ δικαιωτήρια ἐπιστρέφουσιν αὑτὴν πρὸς ἑαυτήν, ὥστε λοιπὸν καταγνοῦσα Καυτῆς, οἶκείᾳ ὁρμῇ καθαρθῆναι. Αὐτὰ μὲν γὰρ τὰ Ἐικαιωνήρια οὐκ ἀνάγει αὐτὴν, ἀλλὰ καθαίρει· καθαιρομένη δὲ ἐπιστρέφεται, καὶ αὐτὴ ἐαυτὴν ἀνέχει γενίσεως ἀπαλλαγεῖσα. Τότε τοίνυν καὶ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν ἀποτίθεται μετὰ τούτου τοῦ ὁχήματος, τοῦ πνευματικοῦ λέγω· ὡς εἶναί τι καὶ μετὰ τοῦτο ἄλλο τι ἀὐδίως αὐτῆς ἐξημμένον σῶμα οὐράνιον, καὶ διὰ τοῦτο ἀίδιον, καὶ ὥς φασιν, αὐγοειδὲς ἢ ἀστροειδές. Τῶν γὰρ ἐγκοσμίων οὕσαν, ἄνάγκη πάντως ἔχειν τινὰ κλῆρον, ὄν διοικήσει μέρος ὄντα ποῦ κότμου, καὶ εἰ ἀεὶ ἀκίνητός ἐστι, καὶ δεῖ αὐτὴν ἐνεργεῖν, δεῖ σότὴν ἔχειν ἀτδίως ἐξημμένον τι σῶμα. Ἀλλὰ ταῦτα μὴν οἱ Ἑλληνικοί καὶ Πλατωνικοὶ μῦθοι. Ὅτι, φασὶ, τοῦ μὲν πνευματικοῦ σώματος ὁ θυμὸς καὶ ἡ ἐπιθυμία ἀχώριστα. Δῆλον δὲ καὶ ὅτι ὥσπερ αἱ ζωτικαὶ αἱ θρεπτικαὶ τῆς ἀλόγου δυνάμεως, ἐν τῷ πνεύματι ἵὸρυνται, οὕτω καὶ αἱ γνωστικαί. Εἰ γὰρ αἱ χείρους αὐτῶν τούτου τοῦ παχέος σώματός εἰσι χωρισταί, πολλῷ μᾶλλον αἱ κρείττους· κρείττους δὲ αἱ γνωστικαὶ. φαντασία λέγω καὶ αἴσθησις. Ἁλλ´ εἰ καὶ ἐν ἐκείνῳ ἔχουσι τὸ εἶναι αἱ ἄλογοι τῆς ψυχῆς δυνάμεις· ἀλλ´ οὖν φοιτῶσιν ἴχνη τινὰ ἀπ´ ἐκείνου καὶ ἐπὶ τὸ παχὺ τοῦ σώματος· ὥσπερ καὶ ἀπὸ τοῦ νοῦ ἐλέγομεν φοιτᾷν ἐπὶ πάσας τὰς κοινὰς ἐννοίας, Ὃτι γὰρ καὶ μέχρι τούτου τοῦ σώματος ἐλλάμψεις φοιτῶσι τῆς ἀλόγου ζωῆς, δῆλον· ὁ μὲν γὰρ θυμὸς κινεῖ τὸ περικάρδιον αἵμα, καὶ ζέσιν τινὰ αὐτοῦ ποιεῖ· ἡ δὲ ἐπιθυμία τὸ ἦπαρ τοιῶσδε ἦ τοιῶσδε διατίθησι πρὸς τὰς ἑαυτῆς κινήσεις. Αἱ αἰσθήσεις τε πᾶσαι τῷ ἐγκεφάλῳ ἀλλάμπονται· ἐξ ἐκείνου γὰρ ἐπὶ τὰ αἰσθητήρια διὰ τῶν νευρῶν χορηγεῖται ἡ δύναμις ἡ αἰσθητική· καὶ πεπονθότος τι, ὡς ατροὶ δεικνύουσι. Τοῦ γὰρ καλουμένου μήνιγγος φύλακος ἐπιτεθέντος· εἰ ἐπισυμβῇ τι τῷ μήνιγγι ἀναίσθητον καὶ ἀκίνητον τὸ ζῶον γίνεται. Ἔστι δὲ ὁ μήνιγξ, ὁμκν τις σκέπων τὸν ἐγκέφαλον, καὶ νωτιαίου μέρους πεπονθότος, τὸ μὲν ἀνωτέρω μέρος τοῦ παθόντος ἀπολαύει αἰσθήσεως· τὰ δὲ κάτω ἀναίσθητα γίνεται, διὰ τὸ μὴ χορηγεῖσθαι ἔτι ἀπὸ τοῦ ἐγκεφάλου τὴν αἰσθητικὴν; δύναμιν, τοῦ ὁργάνου λέγω δὴ τοῦ νεύρου πεπονθότος, Καὶ εἱ δεθείη δε νεῦρον πάλιν, ἀναίσθητον μὲν τὸ κάτω μέρος γίνεται, τὸ δέ ἄνω μένει αἰσοητικόν. Δῆλον οὖν ἐκ τῶν εἰρημένων, ὅτι τε ἐστι πνευματικὸν σῶμα καὶ τούτου ἀχώριστα θυμὸς καὶ ἐπιθυμία, Ὅτι, φασὶν, ἡ εδησις τριττή· ἡ γὰρ ἐπιστήμη λέγεται εδησις, ὧς φησιν ὁ Πλάτων ἐν τῷ Φαίδωνι. Τὸ γὰρ εἰδέναι τοῦτό ἐστι, τὸ λαβόντα που ἐπιστήμην ἔχειν καὶ μὴ ἀποβεβλῆσοαι, ἢ ἡ ὀλοσχερεστέρα γνῶσις, ἢ ἀπλῶς ἡ κοινοτέρα καὶ τούτων ἐκάτερον περιέχουσα, ὥς φησιν Ἀριστοτέλης ἐν τοῖς φυσικοῖς, ἐπειδὰ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι περὶ πάσας τὰς ἐπιστήμας. Διὰ μὲν γὰρ τοῦ εἰδέναι τὴν ὁλοσχερῆ γνῶσιν σημαίνει· διὰ δὲ τοῦ ἐπίστασοαι τὴν ἀκριβῆ,","prev":{"citation":"De anima celebres opiniones 536.23-35","label":"536.23 to 536.35","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/de-anima-celebres-opiniones/536.23","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/de-anima-celebres-opiniones/536.23"},"next":{"citation":"De anima celebres opiniones 538","label":"538","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/de-anima-celebres-opiniones/538","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/de-anima-celebres-opiniones/538"},"credit":{"text":"Michael Psellus, De anima celebres opiniones. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003722","quality":"ocr"}}