{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Poemata 278","citation":"Michael Psellus, Poemata 278","ref":"278","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/278","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/278","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/278.md","author":{"name":"Michael Psellus","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus"},"work":{"title":"Poemata","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata","urn":"urn:cts:greekLit:tlg2702.tlg015"},"verse":false,"words":421,"text":"Ἀγαπήσασα δὲ σε τὰ ἐαυτῆς σοι ἀπεκάλυψε μυστήρια. Κἀντεῦθεν ἀπλανῶς ἐνάγεις ἡμᾶς πρὸς τὴν ἀλήθειαν, διὰ τῶν παρὰ σοῦ τελουμένων ἐν τῇ Ἐκκλησίᾳ συμβόλων. Διὸ δὴ ταῦτα ὑπὲρ τὰ ἐξιστῶντα τῆς ἀληθείας, τὸ γράμμα τε καὶ τὴν τῶν ὁρατῶν ἐπιφάνειαν, ἀγαπῆσαι ὑπισχνούμεθα. Τῶν γʹ Πατέρων. Κ νόμφη οὖν τοῦ Χριστοῦ Ἐκκλησία ἐπειδὴ ἐξ ἐθνῶν καὶ ἐξ Ἰουδαίων συνετέθη, καὶ οἱ μὲν ἐξ ἐθνῶν παντελῶς πρώην ὑπῆρχον ἀφώτιστοι, ὡς μὴ ταῖς τῆς ἀληθείας αὐγαῖς διὰ νόμου καὶ προφητῶν ἀλλαλπάιενοι· οἶ δὲ ἐξ Ἰσραήλ, ὡς οὕτω, ταύταις ἐναυγαζόμενοι, οὐ πάντη τοῦ καλοῦ ὑπῆρχον ἀμέτοχοι· ἀμφοτέρων λοιπὸν τουτωνὶ τῶν λαῶν τῶν καὶ ταύτης μερῶν τά ποτε ἐκ προαιρέσεως ἵδια παρἸατησι. καί φησιν· Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἰερουσαλήμ· καὶ μέλαινα μὲν διὰ τοὺς ἐξ ἐθνῶν, ὡς παντελῶς ὀφωτίστους, καὶ τὸ τῆς εὐσεβείας στότος περικειμένους· καλὴ δὲ διὰ τοὺς ἐξ Ἰσραήλ, ὡς διὰ νόμου καὶ προφητῶν τῷ τῆς θεοσεβείας κάλ λει προωραῖσθέντας. Αὖθις δὲ ὡς ἐν παραδείγματι τὴν μελανότητα παραδεικνύουσα καὶ τὴν καλλονὴν, φάσκει, Ὡς σκηνώματα Κηδὰρ, ὡς δέρεις Σολομών ἤγουν, μέλαινα μέν εἰμι διὰ τοὺς ἐξ εθνῶν, ὥσπερ οδκητήρια σκότους· σκοτασμὸς γὰρ τὸ Κηδάρ ἐρμηνεβεται· καλῆ δὲ διὰ τοὺς ἐξ Ἰσραὴλ, καθάπερ σκηνὴ εʹρηνικοῦ βασιλέως. Ἐπειδήπερ τὴν σκηνὴν μὲν ἡ δέῤῥις, τὸν δὲ εἰρηνικὸν ὁ Σολομὼν παριστᾷ. Εἰρηνικὸς δὲ πάντως ἐστὶν ὁ βασιλεύων τῶν Ἰσραηλιτῶν κοιαικὸς καὶ προφητικὸς λόγος, ἢ διὰ τὸ ἀπαιτεῖν τούτους τὴν εἰς τὸν Θεὸν καὶ τὸν πλησίον ἀγάπην. τὰ δὲ Θυγατέρες Ἰερουσαλὴμ, εἰ καὶ πρὸ τῶν παραδειγμάτων τῆς μελανότητος καὶ τῆς καλλονῆς ἐξεδόθη, ἀλλ´ οὖν ὑπέρβατόν ἐστιν ὡς συνηρτημένον κατὰ τῆν ἔννοιαν, τῷ, Μὴ βλέψητέ με, ὅτι ἐγώ εἱμι μεμελανωμένη. Φησὶ γὰρ ταῦτα τὸ ἓν μέρος τῆς Ἐκκλησίας πρὸς τὸ ἕτερον, οἱ ἐξ ἔθνῶν δηλαδὴ πρὸς τοὺς ἐξ Ἱσραήλ. Θυγατέρες γάρ εἰσιν Ἰερουσαλὴμ οἱ ἐξ´ Ἱσραὴλ πιστεύσαντες, οἱ τοὺς ἐξ ἐθνῶν οὐκ ἐδέχοντο, βπερ κατ´ ἀρχὰς ἐπὶ τοῖς ἀποστόλοις συμβέβηκε σκανδαλιζομένοις εἰς Πέτρον τὸν κορυφαῖον, ὅτι τὸν Κορνήλιον ἐδέξατο· μέχρις δν οὖτοι παρ´ αὐτοῦ τὸν ἀποκάλυώιν τῆς ὀθόνης μαθόντες, τοῦ σκανδάλου κπηλλάγησαν. Παρορᾶσθαι γὰρ παρὰ τῶν Ἰσραηλιτῶν ἡ ἐξ ἐθνῶν Ἐκκλησία τὴν ἑαυτῆς μελανότητα βουλομένη, καὶ μὴ διὰ ταύτην ἀπ´ αὐτῶν διακρίνεσθαι, τὰ εἰρημένα πρὸς τούτους φησὶν, μετὰ δὲ ταῦτα καὶ τὴν αἰτίαν αὐτοῖς ἀπαγγελεῖ δι´ ἥν μεμελάνωτο λέγουσα, Ὃτι Παρέβλεψέ με ὁ ἥλιος· ἤγουν, μεμελανωμένη ἐγώ εἰμι, ὅτι παρεβλέψατό με ὁ τῆς δικαιοσύνης Ἄλιος, νέφους περικαλύψαντός με ἀθείας, καὶ ταῖς τῆς θεογνωσίας ἀκτῖσιν οὐκ ἐάσαντός με καταλάμπεσθαι, καθάπερ αὐτοὶ νόμφη καὶ προφήταις πρὸς ρεογνωσίαν παιδαγωγούμενοι. Τοῦ θπερτίμου ὧελλοῦ. Φησὶν ἡ νύμφη παρευθὺς πρὸς τοὺς ἀγγέλους τάδε, Οὖς θυγατέρας τῆς Σιὼν ἐκάλεσεν ὁ λόγος, μέλαινα εἰμι καὶ καλὴ, θυγατέρες Ἰερουσαλὴμ,","prev":{"citation":"Poemata 277","label":"277","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/277","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/277"},"next":{"citation":"Poemata 279","label":"279","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/279","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/279"},"credit":{"text":"Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003733","quality":"ocr"}}