{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Poemata 279","citation":"Michael Psellus, Poemata 279","ref":"279","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/279","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/279","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/279.md","author":{"name":"Michael Psellus","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus"},"work":{"title":"Poemata","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata","urn":"urn:cts:greekLit:tlg2702.tlg015"},"verse":false,"words":378,"text":"Ἐς σκηνώματα Κηδὰρ, ὡς δέῤῥεις Σολομών. Ταῦθ´ ὁμιλεῖ τὸ πρώτιστον ἡ νύμφη τοῖς ἀγγέλοις. Χρὴ γὰρ αὐτὰ τὰ ῥήματα τῆς νύμφης προτιθέναι, Καὶ μηδαμῶς στιχοπλοκεῖν ταῦτα καὶ μεταλλάττειν. Ἀκούσατέ μού τῆς φωνῆς, φησὶν, ὥ θυγατέρες Τῆς ἀνω Ἱερουσαλὴμ τῆς σεβασμιωτάτης. Ὁμοῦ γὰρ ἕγωγε καλὴ καὶ μέλαινα τυγχάνω. Μέλαινα μὲν ὡς τοῦ Κηδὰρ σκήνωμα προφανεῖσα, φημὶ δ´ ἐκ παραβάσιως τῆς ἐντολῆς τῆς πρώτης γὰρ Κηδὰρ ὁ ζοφερὸς λέγεται καὶ σκοτώδης· Καλὴ δὲ πάλιν πέφυκα νυνὶ τῇ μετανοίᾳ, Συννεκρωθεῖσα Χριστῷ τῶ εἰρηνικωτάτῳ, Εἰρηνικὸς γὰρ λέγοται πᾶς Σολομών ἀξίως, Σὺ δὲ μηδ´ ὄλως ἐκπλαγῇς ἄπερ ἡ νύμφη λέγει, Ὡς, Ἐν ταυτῷ καὶ μέλαινα καὶ καλὴ νῦν τυγχάνω. Πᾶσα γὰρ μέλλουσα ψυχὴ πρὸς ἀρετὰς προκόπτειν, Καὶ πρὸς τὸ φῶς ἀνάγεσθαι, καὶ φεύγειν ἐκ τοῦ σκόΟὐ παρευθὺς ὁλόφωτος καὶ καθαρὰ τυγχόνει [τους, Ἀλλ´ ὅσον πρὸς τὴν ἀρετὴν προκόπτει μετὰ πόνου, Τοσοῦτον ἀπαλλάττεται τοῦ σκότους ἀπάτης Καὶ λαμπροτέρα γίνεται πάντως καὶ φαιδροτέοα Εἶτά φησι πρὸς τὰς αὐτὰς ἡ νύμφη θυγατέοας· Μὴ βλέψετέε με, ὅτι ἐγώ εἰμι μεμαλανωμένη, Ὅτι παρέβλεψέ με ὁ ἥλιος. Μὴ γοῦν νομίσητε, φησὶν, οὕτως ἐμὲ πλασθῆναι, ζοφερὰν καὶ σκοτεινὴν καὶ μεμελανωμένην Ἐπλάσθην γὰρ ὁλόφωτος παρὰ τοῦ πλαστουργοῦ μου. Ἀλλ´ ὁ φλογώδης ἥλιος, τῶν πειρασμῶν ἡ ζέσις Δεινῶς με παρεβλέψατο καὶ μεμελάνωκέ με. Εἶτα καὶ τὸν τρόπον καθ´ ὅν παροράθη ὑπὸ τοῦ τῆς Ζ δικαιοσύνης Ἐλίου φησίν. Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί. Ἤγουν, Οἱ ἀποταχθέντες τῇ μητρὶ τῶν ὅλων ὡς, αἰτίᾳ σοφίας τῶν ὄντων, οὐ πρὸς ταύτην με ἀνήγα γον, ἐπείπερ ἠπατήθην διὰ τῆς ἐπιφανείας τῶν ὁρατῶν, ἀλλ´ ἐναντιοφανεῖς μοι δόξαντες εἰς μυρίας δόξας κατέτεμον. Κἀντεῦθεν, Ἐθεντό με φυλάκισσσν ἐν ἀμπελῶσι· ταῖς εἰρημέναις δόξαις ἐμμένειν, καὶ πρὸς ἑαυτὴν καὶ τὴν ἀλήθειαν ἀσύμβατον μένειν παρασκευάσαντες. Ταῦτα δέ μοι ἐπισυνέβησαν, ἐπειδὴ ἀμπελῶνα ἐμὸν οὑκ ἐφύλαξα, ὅς ἐστιν ὀ εἰρηκώς, ὅτι Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, ὁ μονογενὴς τοῦ Θεοῦ υἱὸς καὶ Λόγος, οὖ κατ´´ εἰκόνα κτισθεῖσα ἡ ἀνθρωπεία φύσις, ἑνοειδῶς τοὺς ἐν τῷ παντὶ ἔσχε λόγους ὡς μίγμα πάσης κτήσεως· μὴ τηρήσασα δὲ τὸν ἕνα λόγον τῆς ἱδίας φύσεως, ἀλλ´ εἰς πολλὰς δόξας κατατμηθεῖσα, καὶ πολυθεΐᾳ δουλεύσασα, τὸν ἴοιον ἀμπελῶνα οὐκ ἐφύλαξεν· οὐδὲ γὰρ ἵουτενῶς διὰ τοῦ παντὸς ὡς δι´ εἰκόνος ἐώρα πρὸς τὸ ἀρχέτυπον, ἤγουν, διὰ τῶν αἰτιατῶν πρὸς το αἴτιον. νίοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί. Ἐμὲ γὰρ ἐπολέμησαν, φησὶν ἡ νύμφη πάλιν, καὶ παραβάτην ἔδειξαν δαίμονες ἀποστάται. Τούτους","prev":{"citation":"Poemata 278","label":"278","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/278","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/278"},"next":{"citation":"Poemata 280","label":"280","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/280","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/280"},"credit":{"text":"Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003733","quality":"ocr"}}