{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Poemata 280","citation":"Michael Psellus, Poemata 280","ref":"280","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/280","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/280","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/280.md","author":{"name":"Michael Psellus","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus"},"work":{"title":"Poemata","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata","urn":"urn:cts:greekLit:tlg2702.tlg015"},"verse":false,"words":410,"text":"γὰρ εἴρηκεν, υἱοὺς μητρὸς αὐτῆς τυγχάνειν, ὡς δὴ καὶ τούτους ἐκ Θεοῦ κτισθέντας μετὰ πάντων Ἐπεί περ ὄσα κτίσματα τυγχάνομεν ἐν βίῳ, καὶ ἄγγελοι, καὶ ἄνθρωποι, καὶ δαίμονες, καὶ λίθοι, ὡς ἀδελφοὶ τυγχάνομεν εἰς λόγους πλαστουργίας· σύμπαντες γὰρ ἐπλάσθημεν ἐκ Θεοῦ παντεργάτου· Εἶτα καὶ λέγει πρὸς αὐτὰς τὸν τρόπον τοῦ πολέμου. Ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶνι· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. Ἐν παραδείσῳ γὰρ, φησί, πλασθεῖσα, ταὶ τεθεῖσα, ὥστε φυλάσσειν ἐντολὴν τοῦ μὴ φαγεῖν ἀ-αίοως, τὸν νόμον οὐκ ἐφύλαξα, τὴν ἐντολὴν παρέβην. Καὶ ταύτα μὴν ὀδύρετο πρὸς τοὺς ἀγγέλους δῆλον, τῶν γʹ Πατέρων Λοιπὸν ὁ αὐτὸς ἐμὸς ἀμπελών οὖ με πρότερον διέστηκεν ἡ πολύθεος πλάνη, καὶ εἰς ὄν νῦν ἐφυτεύθην τῇ πίστει. Ἀπάγγειλον μοι, ὃν ἠγάπησεν ἡ ψυχὴ μου, ἐν τῷ τὴν ἐπιφάνειαν τῶν αἰσθητῶν ὑπερκύψαι, καὶ εἰς τοὺς λόγους τῶν νοητῶν παρακύψει, οἶ καλῶς θεωρούμενοι πρὸς τὴν ἀλήθειαν φέρουσι. ποῦ ποιμαίνεις ἐκτρέφων κατ´ ἀρετὴν καὶ ποτίζων κατὰ γνῶσιν ὕδωρ ζῶν ἐκ τῆς ἀεννάου πηγῆς τὰ λογικὰ πρόβατα· καὶ γὰρ οὐ μόνον ἡ ἄμπελος, ἀλλὰ καὶ ὁ καλὸς ποιμὴν, ὁ τιθεὶς τὴν ψυχὴν ὄπὲρ τῶν προβάτων, αὐτὸς εἶ, καθὼς ἐν Εὐαγγελίοις ἔφης· καὶ ποῦ ποιτάζεις ἐν μεσημβρίᾳ, τοῦ πολλοῦ καμάτου ἀναπαύων ἐν τῷ ἀσκίῳ πάσης ψευδοῦς ὑπολήψεως φωτὶ τῆς ἐπιγνώσεώς σου, τοῦ τῆς δικαιοσύνης Ἡλίου, τοὺς ἀποπλανηθέντας τῆς ὁδοῦ τῆς ἀληθείας, καὶ εἰς κρημνοὺς καὶ βάραορα, τὰς ἐναντίας φημὶ Ἐάεας κατασυοέντας. Εἶτα θέλουσα τὴν αἰτίαν ἀνα διδάξαι, δι´ ἦν ζητεῖ μαθεῖν τὸν τόπον ἐν ᾧ ποιμαίνει τε καὶ κοιτάζει, ὡς εἶρηται, ὁ καλὸς ποιμὴν, φησίμή ποτε γένωμαι ὡς περιβαλλομένη ἐπ´ ἀγέλαις ἐταίρων σου, ἤγουν, Μήποτε ἐν τῷ τῆς σῆς διδασκαλίας ἀμοιρῆσαι, γένωμαι ὡς ψεῦδος ἐνδεδυμένη ἐπ´ ἀλλοτρίαις τοῦ σοῦ ποιμνίου ἀγέλαις, τῆς ἀγνοίας τῆς ἀληθείας συναγελασάσης με. Τοῦ Θελλοῦ. Η νύμφη γοῦν, προκόψασα μικρὸν ἐν μετανοιᾳ, φωνεῖ μεγάλα, καὶ ζητεῖ τὸν Λόγον καὶ νυμφίον. ΚΦησὶ γὰρ οὕτω πρὸς αὐτὸν, ὥσπερ ἐρῶσα τοῦτον· Ἀπάγγειλόν μοι θν ἠγάπησεν ἡ ψυχή μου ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ; ΦησίνἘν τάχει λέγε μοι, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις, ὁ λόγος ὅν ἠγάπησα ψυχῆς αὐτῆς ἐκ μέσης. Ἐν μεσημβρίᾳ μή ποτε κοιτάζεις, ὦ νυμφίε; Πέπεισμαι γὰρ καθαρῶς ἐν μεσημβρίᾳ μένειν, ἤγουν εἰς φῶς ἀπρόσιτον μηδ´ ἔλως σκιὰν ἔχον. Ἔνθα τὰ πρόβατα πὰ σὰ ποιμαίνεις, Θεοῦ Λόγε, καὶ κατατάττεις ἀληρῶς φωτὶ τοῦ σοῦ προσώπου ἂν ἐν ἐκείνῳ φθάσωσιν ταῦτά σοι καθυπνοῦντι. Εἰτα τὴν πλάνην τρέμουσα τῆς πρὸς ἐκεῖνον τρίβου, φησὶ τοῦτο πρὸς αὐτὸν, τουτέστι τὸν νυμφίον· Μή ποτε γένωμαι ὡς περιπλανωμένη ἐπ´ ἀγέλαις ἐταίρων σου. Τὴν τῶν προβάτων σου νομὴν, φησὶν, ἀπάγγειλον μοι. Δέδοικα Τίωη ῥαίνωσι. Ρεείίί.","prev":{"citation":"Poemata 279","label":"279","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/279","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/279"},"next":{"citation":"Poemata 281","label":"281","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/281","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/281"},"credit":{"text":"Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003733","quality":"ocr"}}