{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Poemata 283","citation":"Michael Psellus, Poemata 283","ref":"283","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/283","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/283","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/283.md","author":{"name":"Michael Psellus","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus"},"work":{"title":"Poemata","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata","urn":"urn:cts:greekLit:tlg2702.tlg015"},"verse":false,"words":403,"text":"Τνίνμνα Ραμᾶ. Οι τράχηλοί σου θαυμαστοὶ καὶ κεκαλλωπισμίνοι. Τὸν χρύσεον βαστάζοντες κλοιὸν τὴς Παροιμίας. Ὁρμίσκον γὰρ μοι νόησον ὃν ἔφην κλοιόν γε. Τῶν γʹ´ Πατίρων, Οτοῦν νυμφίος τῆς ἐξ ἐθνῶν Ἐκκλησίας αἰνιζάμενος ταύτῃ, ὅτι ἐν αὐτῇ ποιμαίνει, διὰ τοῦ ἀποκριθῆναι ταύτῃ τὸ, Εἰ μὴ ἔγνως σεαυτὴν, νῦν ὄ μνίξατο ἀποδεικνύων φησί· Τῇ ἵππῳ μου ἐν ἄρμασιν Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον μου. Ταῦτα δὲ ἵνα σαφῆ γένοιτο, οὔτω συντακτέον· Τῇ ἵππῳ μου ὡμοίωσά σε, ἡ πλησίον μου, ἐν ἄρμασι Φαραὼ, ἤγουν τοῖς ἀποστόλοις μου ἐφ´ οὕς ἐπιβὰς τὴν ἱππασίαν ἐποιησάμεν, ἐπὶ πάντα τῆς οἱκουμένης τὰ πέρατα ὀξέως δραμόντας εἰς τὸ ἐμὸν κήρυγμα. ἐοικυῖαν κατ´ ἀρετήν σε ἀπέδειξα. Διὸ Δαπεο ἐν ἐκείνοις ποιμαίνων δέδειγμαι, καὶ ἐν σοὶ τῆ διὰ τὴν εἰς ἐμὲ πίστιν ἐγγύς μου. Ἐν τοῖς χρηματίσασιν ἅρμασι τοῦ νοητοῦ Φαραὼ, ἔθνεσιν, ὡς φέρουσι τοῦτον ἐν ἑαυτοῖς ἐποχούμενον. Καὶ γὰρ ἵππος μὲν πληθυντικῶς καλεῖται ἡ ἱππικὴ δύναμις· ἧτις ἐστὶν οἱ ἄγιοι ἀπόστολοι κατὰ τὸ, Ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου. Καὶ ἡ ἱππασία σου σωτηρία. Ἅρματα δὲ τοῦ νοητοῦ Φαραὼ τὰ τῶν ἐθνῶν συστήματα, ὡς ἐξηρτημένα τοῦ πονηροτάτου βουλκματος αὐτοῦ. Ἐν οἷς συστήμασιν ἡ τοῦ κηρύγματος τῶν ἀποστόλων ἀκούσασα Ἐκκλησία καὶ πι στεύσασα εἰς τὸν ὑπ´ αὐτῶν αηρυττόμενον Χριστὸν καὶ τούτου πλησίον γενομένη. Ἐπειδήπερ ἡ πίστις τοῦ πιστεύοντος καὶ τοῦ πιστευομένου ἄμεσός ἐστι ν ἔνωσις. Τοῖς ἀποστόλοις ὡμοίωται παρ´ αὐτοῦ Χριστοῦ πεισθεῖσα ταῖς αὐτοῦ ἐντολαῖς, καὶ τὸν ἡἀποστολικὸν βίον μιμησαμένη. Λοιπὸν ὅπως ὡμοίωσεν αὐτὴν τοῖς ἐποστόλοις φησί· Τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνος; Ἦτοι. Θαυμασίως αἱ σιαγόνες σου ὡραῖσμέναι εἰσί μιμησαμένης τὴν δίκαην τρυγόνος ἐνδειξαμίνην ἐν ἐγκρατείᾳ τὸ σῶφρον, τῶν ἀποστόλων ὁμήγυριν. Ἦτις οὐ κατὰ τὰ ἔθνη ἀκολάστῳ τῇ τῶν σιαγόνων κινήσει ἐχρήσατο, πρός τε ἀδολεσχίας ἐν διαλέξεσι, καὶ βαττολογίας ἐν προσευχαῖς καὶ ἀδηφαγίας ἐν βρώμασιν, ἐξ ἧς καὶ ἡ λοιπὴ πᾶσα ἀκολασία ὑφἰπταται· ἀλλὰ μᾶλλον σώφρονι τοσοῦτον, ὥστε τῷ συντετμημένῳ μὲν καὶ συντετελεσμένῳ λόγῳ τῆν καταργουμένην τῶν Ἑλλήνων νικῆσαι σοφίαν· ταῖς Δὲ προσευχαῖς τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ μόνον ἵητεῖν· καὶ βρώμασιν αὐ τοῖς περιττοῖς καὶ ἡδέσι χρῆσθαι, ἄλλὰ τοῖς ἀναγκαίοις ἀρκεῖσθαι· κἂν ἐντεῦθεν ἐν πᾶσι πῇν ἐγκρατῶς, καὶ μηδὲ πρὸς ἐπίδειξιν ταῦτα ποιεῖν· μᾶλλον δὲ καὶ τὸ ἀνδρεῖον τοσοῦτον ἐνδείκνυσθαι, ὡς αὕτως ἐπιεικῶς φέρειν τὸ ἐν τῇ δεξιᾷ σιαγόνι ῥάπισμα, ὥστε στρέφειν τῷ ῥαπίζοντι καὶ τὴν ἄλλην, κατὰ μίμησιν Χριστοῦ φέροντος ἀνεξικάκως βαπίσματα, καὶ τὸ δυνατὸν τῆς ἐντολῆς τῇ πράξει βεβαιοῦντος, καὶ κατὰ τὸ φιλέρημον ὄρνεον τῆν τρυγόνα ἀναχωρήσαντος εἶς τὴν ἔρημον, κἀκεῖσε νηστεύσαντος, καὶ οὕτως διδάξαντος τὸ ἀνεπίδεικτον.","prev":{"citation":"Poemata 282","label":"282","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/282","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/282"},"next":{"citation":"Poemata 284","label":"284","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/284","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/284"},"credit":{"text":"Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003733","quality":"ocr"}}