{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Poemata 292","citation":"Michael Psellus, Poemata 292","ref":"292","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/292","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/292","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/292.md","author":{"name":"Michael Psellus","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus"},"work":{"title":"Poemata","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata","urn":"urn:cts:greekLit:tlg2702.tlg015"},"verse":false,"words":395,"text":"καὶ ἐκάθισα· σκιὰ δὲ πάντως Χριστοῦ ἡ Χριστοειδὴς πολιτεία, ἐφ´ ἧς ὁ διὰ πόθου ἱδρυνοεὶς τῷ καύσωνι τῶν παθῶν τῷ συγκαίεται, ἀλλ´ ὑπ´ αὐτῆς σκέπεται. Καὶ ὁ καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ λάρυγγί μου· καρπὸς δὲ τούτου ἐστὶν ὁ καρπὸς, τοῦ πνεύματος. Ὅς ἐστι κατὰ τὸν μέγαν ἀπόστολον Παῦλον, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, καὶ τὰ λοιπά· οὖ τῆς γλυκύτητος ἐν αἰσθήσει ὑπάρχουσι οἱ κατὰ πεῖραν τούτου τρεφόμενοι. Οὐδὲν γὰρί χαρᾶς πνευματικῆς ἀπαθείας τε καὶ ἀγάπης γλυκύτερον. Λάρυγξ δὲ τῆς γλυκύτητος τοῦ πνευματικοῦ καρποῦ αἰσθανόμενος, εἶη ἂν ἡ λογικὴ δύναμις τῆς ψυχῆς· ἐπειδήπερ ταύτης χωρὶς οὐ προφίρεται λόγος ὥσπερ οὔτε βρώματα λάρυγγος ἀνευ. Φελλοῦ. Τούτων ὡς δ´ ἤκουσε λοιπὸν ἡ νύμφη τῶν ἐπαίνων, Ἀντιτεχνάζεταί τινας ἐπαίνους τῷ νυμφίῳ. Λέγει γὰρ λέξεσιν αὐταῖς τάδε πρὸς τὸν Δεσπότην· ς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, Οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν οῆν Ἅσκερ, ἐν ταῖς ψυχαῖς ἀπάσαις τῶν ἀνθρώπων, Ἄς θυγατέρας εἴρηκας, ὥ Λόγε καὶ νυμφίε, Ἐγωγε μόνη πέφυκα κρίνον ὥσπερ ἐν φύει· Οὕτω καὶ σὺ τοὺς οὐρανοὺς ἀῤῥητοτύπως κλίνας, Καὶ κατελθὼν ἐπὶ τῆς γῆς εἶς ὑλώδη βίον, Καὶ σαρκωθεὶς τὸ καθ´ ἡμᾶς ἐν τῷδε τῷ δρυμῶνι, ὸφοης ἐν μέσῳ τῶν υἱῶν τοῦ τῇδε τῶν ἀνθρώπων, Ὥς μῆλον εὐωδέστατον καὶ γεῦσιν καθηδύνον, Τίνος δὲ χάριν, ἐρωτᾷς, τὸν Λόγον λέγει μῆλον; Ὅτι καὶ χάριτας πολλὰς ἔχει καρπὸς τὸ μῆλον. Καὶ γὰρ ἀποθλιβόμενον παρά τινος, ὡς θέμις, Τὴν γὰρ ῥύσιν αἱματόμικτον τὴν ὑδαρώδη πίμπει Καντεῦθεν ὑπαινίττεται κρουνοὺς τοὺς σωτηρίους, Τοὺς πρὶν πνευρόθεν βλύσαντας τοῦ Λόγου καὶ Σω Ττῆρος. Ὥς ἄγαμαι τὴν φρόνησιν τῆς καθαρᾶς παρθένου! Χοφῶς γὰρ εἴρηκεν αὖτὸν τυγχάνειν ὅντως μῆλον. Πᾶσα μὸν γὰρ ὡς ἀληθῶς ψυχὴ ἡ ἀνθρωπίνη, Καν ἀρεταῖς ὑπεραρθῇ, κἂν πρὸς ἀγγέλους φθάσῃ, Ἄνθος καὶ μόνον κρίνεται καὶ κρίνον ἐκ κοιλάδων, Τὸν γεωργὸν οὐ τρέφουσαβοτάνη γὰρ οὐ τρέφει, Ἀλλ´ ἐαυτὴν λαμπρύνουσα τῷ κάλλει τῆς ἰδέας. Οὐδὲ γὰρ χρψζει παρ´ ἡμῶν ὁ γεωργὸς κερδαίνειν, Ὥς πούφησιν ὁ Ψαλμῳδὸς πρὸς τὸν αὐτὸν νυμφίον ς ἀγαοῶν σὺ τῶν ἐμῶν οὐδ´ ὅλως χροίαν ἔχεις. Ἀλλ´ ὁ Χριστὸς ὁ γεωργὸς ἡμῶν ὁ καὶ νυμφίος, Ὃ μῆλον ὅντως γεγονὼς ἀπὸ τοῦ σαρκωθῆναι, Τὰς τρεῖς καὶ πρώτας ἐν ἡμῖν αἰσθήσεις ἐπευφραίνει Τὴν ὅρασιν, τὴν ὄσφρησιν, καὶ μάλιστα τὴν γεῦσινραῖος γὰρ εἰς ὅρασιν ὡς ἀληθῶς τυγχάνει, Ὁ πάντων ὡραιότατος τῶν γηγενῶν Δεσπότης, Καὶ τοὺς ὁρῶντας εἰς αὐτὸν ἐργάζεται φωστῆρας. Ἡδὺς τε πρὸς τὴν ὅσφρησιν ὑπάρχων μύρου πλέον· Τὸ μέχρι γὰρ τοῦ πώγιωνος πρὶν καταβαῖνον μύρον Τοῦ Ἀαρὼν, αὐτός ἐστιν ὁ καθαρὸς ὁ νυμφίος, Ρεεὶίῆ.","prev":{"citation":"Poemata 291","label":"291","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/291","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/291"},"next":{"citation":"Poemata 293","label":"293","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/293","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/293"},"credit":{"text":"Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003733","quality":"ocr"}}