{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Poemata 299","citation":"Michael Psellus, Poemata 299","ref":"299","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/299","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/299","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/299.md","author":{"name":"Michael Psellus","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus"},"work":{"title":"Poemata","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata","urn":"urn:cts:greekLit:tlg2702.tlg015"},"verse":false,"words":374,"text":"Ἰδοὺ ὁ χειμών παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἐαυτῷ· τα ἄνθη θθη ἐν τῇ γῆ, ὁ καιρὸς τῆς τομῆς ὅφθασεν. Ὅτι, φησὶ, κατήργησε τὴν φύσιν τῶν δαιμόνων, Τὴν ἀποκρυσταλλώσασαν τὴν φύσιν τῶν ἀνθρώπων, Καὶ δείξασαν ἀναίσθητον πρὸς τὸ καλὸν τελείως, Κἀντευθεν ἀπελήλαται χειμών ὁ τῆς ἀπάτης, Καὶ πᾶς δεινός τις θετὸς ἀπῆλθεν, ἀπεῥῥύη, Καὶ τὸ τερπνὸν ἀνέτειλε τῆς ἀληθείας ἔαρ· Ἡ γῆ δ´ ἀνθεῖν ἀπήρξατο, φύσις ἡ τῶν ἀνθρώπων, Καιρὸς δὲ πέοθακε λοιπὸν τομῆς τῆς τῶν ἀν Εἰ βούλῃ. κατασκεύασον στεφάνους ἐξ ἀνθέων. δέων, Ἡ τῶν ἀνθρώπων φύσις γὰρ ἥν γῆν ὁ λόγος εἵπεΕἰδώλοις ὑποκλίνασα καὶ πλάνῃ τὸν αὐχένα, Εἶδος οὐκ εἶχεν ἀρετῶντοῦτο γὰρ ἄνθος νόει, Καὶ δριμυτάτῳ καὶ σφοδρῷ χειμῶνι τῷ τῆς πλάνης Κρυσταλλωθεῖσα καὶ σχεδὸν ἐναπολλυθεῖσα. Τίς γὰρ ἡλπίσατό ποτε τῆς πλάνης σκοτιζούσης Τηρεῖν ἐξομολόγησιν, φυλάττειν σωφροσύνην, Ἐγκράτειαν ἀσπάζεσθαι, φιλεῖν δικαιοσύνην Ἀλλ´ ἤδη πάντως ἤνθηκεν ἡ γῆ. Λοιπὸν ἀνάστα, Καὶ σπούδασον ἐξ ἀρετῶν στεφάνους σοι πλακῆναι Καὶ μάρτυς ἀπαράγραπτος ὑπάρχει τῶν ἀνθέων Ὁ πρόδρομος τῆς χάριτος, λέγων· Μετανοεῖτε· Ὅστις πολλοὺς ἐβάπτισε τοῦ γένους τῶν Ἐβραίων, Ἰδὼν αὐτοὺς ἀνθήσαντας ἐν ἐξομολογήσει, Γούτου γὰρ χάριν εἴρηκεν ὁ λόγος τῶν ᾀσμάτων φωνῆ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν Φωνὴ βοῶντος πέφυκεν ὁ πρόδρομος γὰρ οὐτος, Στρουθῷ, τρυγόνι, δεξιῷ παρεικασθεὶς τῷ λόγῳ Ἡ συκῆ ἐξήνεγκεν τοὺς ὀλύνθους αὐτῆς. Αἰ ἄρπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν Τοῦτο ταυτόν τι πεφυκε τάχα τοῖς προῤῥηθεῖσι Συκῆν γὰρ αὖθις νόησον τὴν φύσιν τῶν ἀνθρώπων,, ὀλύνθους δὲ τῶν ἀρετῶν τὰς ὑποδεεστέρας Ἀμπέλους πάλιν γίνωσκε, δέσποτα, κυπριζούσας, Ψυχὰς προκόπτειν εἰς καλὸν ἐναρξαμένας ἤδη. Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου, περιστερά μου. Τῶν γʹ Πατίρων. Οὕτω τοίνυν ἡ διδάσκαλος ψυχὴ ἀπασχολήσασα ἐαυτὴν τῆ δισδασκαλίᾳ τῶν μαθητευομένων, λοιπὸν ἄπερ αὐτὴ μανθάνει παρὰ τοῦ νυμφίου φησίν· Ἀποκρίνεται ἀ ἀδελφιδός μου· ἤτοι, ἐμοῦ πρὸς τὰς μαθητευομένας ποιουμένης τὸν λόγον, ἀποκρίνεται ὁ ἀγαπητός μου, καὶ λέγει μοι· Ἀνάστα, ἐλοὲ, ἡ πλησίον μου. Δηλαδὴ ἀνάνευσον ἀπὸ τοῦ διδάσκειν πὰ παρ´ ἐμοῦ διά τε τοῦ φυσικοῦ καὶ τοῦ γραπτοῦ νόμου προδιδαχοέντα σοι περὶ ἐμοῦ μυστήρια. Κἀκ τούτων ἐγερθεῖσα, ἐλθὲ πάλιν εἰς τὸ διδάσκεσθαι διὰ τοῦ πνευματικοῦ νόμου τὰ ἔτι τούτων ὑπερκείμενα, ἡ διὰ τολειότητα ἐγγός μου. Οὐ περιχραφήσομαι γάρ ποτέ τισι μετουσίαις ἢ τέρμασι, κατ´ οὐσίαν ὑπάρχων ἄπειρος καὶ ἀόριστος. Καὶ διὰ τουτο δέον σε τοῖς ἔμπροσθεν διηνεκῶς ἐπεκτείνεσθαι. Καλή μοω, περιστερά μου. Καλή μου μὲν ὡς κεκαυαρμένη καὶ","prev":{"citation":"Poemata 298","label":"298","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/298","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/298"},"next":{"citation":"Poemata 300","label":"300","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/300","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/300"},"credit":{"text":"Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003733","quality":"ocr"}}