{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Poemata 308","citation":"Michael Psellus, Poemata 308","ref":"308","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/308","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/308","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/308.md","author":{"name":"Michael Psellus","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus"},"work":{"title":"Poemata","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata","urn":"urn:cts:greekLit:tlg2702.tlg015"},"verse":false,"words":413,"text":"δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἔως οὖ θελήσῃ. Τοῦ λόγου τούτου φθάσαντες εἴπομεν τὰς ἐμφάσεις· ἰόγους λοιπὸν τοὺς ἐφεξῆς, ὡς δυνατὸν, σκεπτέον Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου, ὡ στελέχη καπνοῦ, τετυμιαμένη σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ; Γαῦτα τοιγάρτοι λέγουσιν οἱ φίλοι πρὸς ἀλλήλους Ὁ τῶν ῥημάτων δὲ σκοπὸς οὖτός ἐστιν, ὡς οἶμαι Η νύμφη γὰρ καὶ πρότερον ταῖς ἀρεταῖς ὑψώθη, Τῇ πίστει, τῇ πραότητι καὶ τῇ δικαιοσύνῃ, Ἐπεὶ δὲ καὶ πρὸς ἀρετῆς ἄλλο μετέβη σχῆμα, Νηστείας ἀγρυπνίας τε καὶ προσευχῆς παννύχου Καὶ τὴν μορφήν ἠλλάξατο ταῖς ἀγαν χαμευνίαις, Ο φίλοι κατεπλάγησαν τὴν προκοπὴν τῆς νύμφης, ῃ Καί πως ὑποκρινόμενοι δῆθεν τὸν ἀγνοοῦντα, Περὶ τῆς νύμφης θέλουσιν ἐπερωτᾷν ἀλλήλους· Τίς αὔτη, λέγοντες, ἐστῖν, ἡτις ἐκ τῆς ἐρήμου Πρὸς οὐρανοὺς ἀνέδραμεν, ὥσπερ καπνοῦ στελέχη Σμύρνης ὀσμὴν ἐκπέμπουσα καὶ θαυμαστοῦ Λιβάνου; Ψυχὴ γὰρ πᾶσα θέλουσα λίβανον τελεσθῆναι, Ηγουν τερπνὸν θυμίαμα τῷ βασιλεῖ τῶν ὅλων, Ἀν μὴ νεκρώσῃ πρότερον πάντα τὰ μέλη ταύτης, Καὶ σμύρνα δῆθεν γένηται Χριστῷ συννικρωθεῖσα, Οὐκ ἀλλως γίνεταί ποτε λίβανον τῷ Κυρίῳ, Τῶν γʹ Πατέρων Ταότας γοῦν τὰς προτελειστάτας ἐκηγησαμένη ναβάσεις μου, Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλὴμ, ἐν ταὶς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἔως ἀν θελήσῃ· δηλαδὴ ὥσπερ ὥρκισα ὑμᾶς διὰ τῶν ἀπειλῶν καὶ των ἐπαγγελιῶν, κατὰ τὴν αὐτὴν ἕννοιαν Ὥρκισα πάλιν ὑμᾶς διὰ τῆς κατ´ ἐμὲ ἐξηγήσεως. Δίκην ὅρκου τῷ κατ´ ἐμὲ παραδείγματι βεβαιώσασα καὶ στηρίξασα πρὸς τὸν κατὰ Θεὸν δρόμον· μέχρις ἂν ἡ θεία ἐμφάνεια τὴν ἀτρεψίαν ὑμῖν χαρίσηται. Αἱ δὲ θάμβους πληρωθεῖσαι, καὶ καθ´ ἑαυτὰς περὶ τῆς ἐξηγησαμένης διαπορούμεναί φασι· Τίς αὖτῃ ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου ὡς στελέγη καπνοῦ; ἤτοι, ποία ἀστὶν αὕτη, ἡ ἀπὸ τῶν παθῶν ἐστερημένης ἕξεως πρὸς Θεὸν ὑψουμένη κατ´ ἀρετὴν καὶ γνῶσιν, οἷα κλῶνες καπνοῦ, ὅς ὑπὸ τοῦ νεμομένου ὕλην πυρὸς, ὡς κοῦφος ἀναπέμπεται πρὸς ἀέρα; Οὕτω γὰρ καὶ πᾶσα ψυχὴ τῷ πνεύματι ζέουσα, κατὰ πρᾶξιν μὲν τὴν τῆς σαρκὸς παχύτητα, κατὰ θεωρίαν δὲ τὴν τῆς τῶν ὄντων φύσεως ἐπιφάνειαν λεπτύνασα, κατὰ τοὺς ἀγαθοὺς τρόπους καὶ λόγους κούφη πρὸς Θεὸν ἀταφέρεται, μὴ κατασπωμένη τῇ γηίνῳ παχύτητι. Οὕτω δὲ πρὸς τὸν οὐράνιον νυμφίον ἀναφέρεται τεθυμιαμένη σμύρναν καὶ λίβανον ἄπὸ πάντων κονιορτῶν μυρεώοῦ. γουν, μεμυρισμένη, οἷα μὲν σμύρνῃ, τῇ ἀρετῆ, ὡς τὸ σαρκικὸν νεκρώσασα σρόνημα· οἶα δὲ λιβάνῳ, τῇ γνώσει, ὡς ποῖς χαρακτῆρσι τῆς ἁληθείας θεῖον ἄγαλμα ἐαυτὴν ἀποδείξασα. Τοιουτοτρόπως δὲ εὐωδίασται διεξερχομένη τὰς τῶν ὅλων φύσεις, καὶ πρὸς τὸν τούτων αἵτιον φερομένη· ἀφ´ ὧν δίκην κονιορτῶν οἱ τοῦτων λόγοι καὶ τρόποι ἐγείρονται αὖτῃ, λιπτύνοντες ταύΤνίωνι Ραίωιο.","prev":{"citation":"Poemata 307","label":"307","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/307","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/307"},"next":{"citation":"Poemata 309","label":"309","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/309","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/309"},"credit":{"text":"Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003733","quality":"ocr"}}