{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Poemata 311","citation":"Michael Psellus, Poemata 311","ref":"311","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/311","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/311","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/311.md","author":{"name":"Michael Psellus","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus"},"work":{"title":"Poemata","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata","urn":"urn:cts:greekLit:tlg2702.tlg015"},"verse":false,"words":396,"text":"Ρεείἰί. νέκηι Ραί·μοα οῦ θείαις διδασκαλίαις, καὶ τοῖς ποδείγμασιν ἐστρω μένην ἀγάπην, ἀπὸ τῶν κηρύκων αὐτοῦ ἀποστολικῶν ψυχῶν( καὶ θυγατέρες Ἱερουσαλὴμ ἐκλήθησαν, ὡς ἐκ ταύτης τὸ κατὰ σάρκα τυγχάνουσαι] ἀρξάμενος· ὡς πρώτων τῶν ἀποστόλων κατὰ μίμησιν Χριστοῦ τὰς ἑαυτῶν ψυχὰς τιθεμένων ὑπὲρ τῆς τῶν πολλῶν σωτηρίας· κἀντεῦθεν τὰ ὄμοια πράττειν ἐγεελευομένων τοῖς ἐφιεμένοις τῆς ἐν Χριστῷ τελειότητος. ἀιό φησιν ὁ μέγας Ἀπόστολος· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. σελλοῦ. Εἶτα προτρέπεται ψυχαῖς ἀπάσαις τῶν ἀνθρώπων Τπεξελθεῖν τῶν κοσμικῶν σκανδάλων καὶ θορύβων, Καὶ τὸν νυμφίον κατιδεῖν αὐταῖς συνηνωμένον. φησὶ γὰρ οὔτω πρὸς αὐτὰς ὑφ´ ἡδονῆς ἡ νύμφη· Ἐξέλθετε καὶ ἴδετε, ὧ θυγατέρες τῆς Σιὼν, φησὶν, ἡ [νύμφη πάλιν, Ἐπείπερ ἔγωγι τὸ πρὶν οὖσα μεμισημένη, Γέγονα νῦν τερπνότατον φορεῖον τοῦ νυμφίου. Θίλω καὶ πάσας ἐκφυγεῖν ὁμᾶς ἀπὸ τοῦ βίου, Καὶ καθαροῖς ἐν ὅμμασι προσβλέπειν τὸν νυμφίῳ περικείμενον στέφανον ἐκ λίθων σεβασμίων Ἐν ᾧπερ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ τούτου, σήμερον μνηστευόμενον ἐμὲ τὴν Ἐκκλησίαν. Τῶν γʹ´ Πατέρων. Τπεὶ δὲ τὰς μαθητευομένας ἡ διδάσκαλος εἴο-ν διαπορουμένας, καὶ θάμβους πληρουμένας, καὶ τὰ κατ´ αὐτὴν ἐξηγουμένας, ἐν τῷ νυμφίῳ Χριστῷ, βούλεται λοιπὸν αὐτὰς θεωρῆσαι τὸν τρόπον τῆς σωτηρίας ἡμῶν, καὶ ἀξίως ἀπορῆσαί τε καὶ θαυμάσαι. ὅπως αὐτὸς ἐν τοῖς σωτηρίοις αὐτοῦ παθήμασι καὶ τῷ θανάτῳ τὴν ἀπάθειαν καὶ τὴν ζωήν ἡμῖν ἐδωρήπατο Διό φησιν· Ἐξέλθετε καὶ Τδετε, θυγατέοσς Σιλν ἐν τῷ βασιλεῖ Σολομῶν· ἤγουν, κατακείψατε τὸ τοῖς κατ´ ἐμὲ τὴν δούλην ἀσχολεῖσθαι τὸν νοῦν, καὶ ἐν τῶ εἰρηνικῷ δεσπότῃ θεάσασθε, ὅπως ἡμῖν οὖτος τὴν σωτηρίαν ἐπραγματεύσατο. Τέκνα σκοπευτηρίου· ὡς γενηθεῖσαι πνευματικῶς διὰ πίστεως. Σιὼν γὰρ πκοπευτήριον ἑρμηνεύεται. Σκοπευτήριον δὲ ἀξ οὖ δύναταί τις κατὰ νοῦν ὁρᾷν ἀκριβῶς, ἡ πνευματικὴ ἀστι γέννησις, ἦς ὁ μὴ τυχὼν τυφλός ἐστι, μυωσάτων περὶ τὰς τῆς ἀληθείας αὐγάς. Θεάσασθε δὲ τὸν εἰοημένον, φησὶ, τῆς οἱκονομίας τρόπον, ἐν τῶ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ, ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ· δηλονότι ἐν τῷ ἀκανθίνῳ στεφάνῳ, ᾧ ἐστεφάνωσε τὸν Χριστὸν ἡ τῶν Ἰουδαίων συναγωγὴ, ἐξ ἧς οὖτος τὸ κατὰ σάρκα, ἐν ἡμέρα τοῦ σωτηρίου πάθους αὐτοῦ ἐν ᾖ τῷ ἱδίῳ αἵματι τὴν Εκκλησίαν ἑαυτῷ ἐνυμφεύσατο. Καὶ ἐν ἡμέρα εὐφροσύνης καρδίας αὐτοῦ, καθ´ ἤν πάντως παθὼν ὑπὲρ ἡμῶν τὸ σωτήριον πάθος ἀπήλλαξεν ἡμᾶς τῆς τοῦ ἐχθροῦ τυραννίδος, καὶ ὡς ἐντεῦθεν πληρώσας τὸ τοῦ Πατρὸς θούλημα, ηθφράνθη πνεύματι, εἰ καὶ τοῖς παθήμασι ὠδυνήθη σαρκί. Ταῦτα ἡ νύμφη πρὸς τὰς μαθητευομένας εἶρηκεν, ἀγαπῶσα τὸ ἀνειπίδεικτον, καὶ τὴν παρ´ ἀνθρώπῳ φεύγουσα δόξαν, καὶ βουλομένη μόνον τὸν ἑσυτῆς νυμφίον παρὰ πάντων θαυμάζεσθαι,","prev":{"citation":"Poemata 310","label":"310","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/310","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/310"},"next":{"citation":"Poemata 312","label":"312","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/312","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/312"},"credit":{"text":"Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003733","quality":"ocr"}}