{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Poemata 316","citation":"Michael Psellus, Poemata 316","ref":"316","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/316","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/316","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/316.md","author":{"name":"Michael Psellus","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus"},"work":{"title":"Poemata","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata","urn":"urn:cts:greekLit:tlg2702.tlg015"},"verse":false,"words":405,"text":"παοιίκασας, ὡς κατὰ μὸν θεωρίαν ὀξυδερκὴς, κατὰ δὲ πρᾶξιν ὀξόδρομος. Νεβροὶ δέ, φησὶν, οἱ νεμόμενοι ἐν κρίνοις ἕως διαπνεύσῃ ἡ ἡμέρα, καὶ κινηθῶσιν αἱ σκιαί· ἤγουν, αἱ τρεφόμεναι ἐν ταῖς πάσης μερίμνης βιωτικῆς ἀπηλλαγμέναις ψυχαῖς διδασκαλίαι, ἡ ἠθικὴ καὶ ἡ φυσικὴ ὡς κατὰ μετάδοαιε ἐπιδιδοῦσαι εἰς αὖξησιν, μέχρις ἂν ἐπιστῇ ἡ ἀλολαμπής κατὰ τὸ μέλλον ἡμέρα, καὶ τὰ σκιώδη πάντα παρέλθωσιν. Ἐπεὶ δὲ ἐλθὼν ἐν σαρκὶ οὕτω καλήν σε ὁ σὸς νυμφίος ἀπέδειξα, λοιπὸν πορεύσομαι ἐμαυτῷ πρὸς ὅρος τῆς σμύρνης, καὶ πρὸς τὸν βουνὸν τοῦ λιβάνου· ἤτοι, πορεύσομαι ἑκουσίως πρὸς τὸ, δίκην ὅρους σμύρνης, ὕψος τοῦ θανάτου, ὅπερ ἐστίν ὁ σταυρός. Ὁ γὰρ ἐκούσιος διὰ σταυροῦ θάνα. τος πολλοῦ ὄπερανέστη τοῦ ἀκουσίου καὶ φυσικοῦ, τοῦ καὶ τοῖς ἀλόγοις ζώοις κοινοῦ· Καὶ πάλιν πορεύσομαι εἰς ἐμαυτὸν. ἀπερχόμενος πρὸς τὸν, παρ´ οὗ ἀνῆλθον καὶ εἶς τὸν κόσμον ἐλήλυθα, Πατέρα· οὗ ἐμφαντικὸς ὁ βουνὸς τοῦ λιβάνου, ὡς τῇ αἰτίᾳ μείἵονος τῶν ὁμοουσίων αὐτῷ, ἐμοῦ τε τοῦ Μονογενοῦς καὶ τοῦ παναγίου Πνεύματος. Καὶ γὰρ ἐπείπερ νεκρώσεως μέν ἐστι σύμβολον ἡ σμύρνα, θεότητος Σὲ ὁ λίβανος, τὸ, Πορεύσομαι ἐμαυτῷ, πρὸς μὲν τὸν διὰ σταυροῦ θάνατον, δηλοῖ τὸ ἐκούσιον· πρὸς δὲ τὸ τῆς θεότητος ὕψος, τὸ εἰς ἑαυτὸν τὸν Θεὸν Λόγον ἐπανέρχεσθαι ἀπὸ τῶν καθ´ ἡμᾶς ταπεινῶν, ἐν τῷ πρὸς τὸν Πατέρα πορεύεσθαι. Οὕτω δέ, φησί, πορεύσομαι, ὅτι τὸ ἔργον τοῦ Πατρὸς ἐπὶ σοὶ τετελείωκα, Καὶ γάρ· Ὁλη καλὴ εἶ, ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοι. Δηλαδὴ νῷ καὶ ψυχῇ καὶ σαρκὶ ὑπάρχεις ὡραίακαὶ σαρκὶ μὲν ὡς τῶν κατ´ ἐνέργειαν καθαρθεῖσα παντοίων παθῶν, καὶ τοῖς τρόποις κοσμηθεῖσα τῶν ἀρετῶν· ψυχῇ δέ, ὡς πάσης φαύλης ἀπαλλαγεῖσἐπιθυμίας, καὶ τοῖς λόγοις ὡρασθεῖσα τῶν ἐντολῆννῶ δὲ, ὡς καὶ τῶν ψιλῶν ἐννοιῶν ἐλευθερωθεῖσα, καὶ λαμπρυνομένη ἐν ἀγίῳ Πνεύματι τῆ κατὰ χάριν θειώσει. Καὶ διὰ τοῦτο ψόγος τις οὐκ ἐστιν ἐν σοὶ τῇ ἐγγύς μου γενομένῃ διὰ τελειότητα. Πελλοῦ. Εἶτα πρὸς μείζονα καλεῖ ταύτην ἀρθῆναι δόέαν Δεῦρο ἀπὸ Λιβάνου, νύμφη. Δεῦρο ἀπὸ Λιβάνου ἐλεύσῃ. Ἐπεί, φησὶν, ἐλήλυθας εἰς τὸ τῆς σμύρνης ὅρος, καὶ σονανέβης μοι βουνὸν αὐτὸν τὸν τοῦ λιβάνου· Κγουν, ἐμοὶ συνέπαθες, ἤτοι, συνεδοξάσθης· δεῦρο λριπὸν ἀνάβηθι τάχος ἐκ τοῦ Λιβάνου πρὸς ὑψηλότερά τινα τῆς προκοπῆς χωρία, καὶ μὴ παυθήσῃ πώποτε συναναβαίνουσά μοι, καὶ φεύγουσα παρδάλεων μάνδρας καὶ τῶν λεόντων. Ἐπεὶ δ´ ὁ λόγος γέγονεν ἔργον ἐκ τῶν πραγμάτων, καὶ συνυψώθη τῷ Χριστῷ τῷ καθαρῷ νυμφίῳ, οἱ φίλοι κατεπλάγησαν τὴν προκοπὴν τῆς νύμφης, καὶ πρὸς αὐτὴν σματικῶς ἐξεῖπον τὴν παρθένον· Ἐκαρδίωσας ἡμᾶς, ἀδελφή ἡμῶν νύμφη. Ἐδίδαξας ἡμᾶς, φασὶ, περὶ Θεοῦ τι πλέον, ὁρῶντάς","prev":{"citation":"Poemata 315","label":"315","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/315","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/315"},"next":{"citation":"Poemata 317","label":"317","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/317","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/317"},"credit":{"text":"Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003733","quality":"ocr"}}