{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Poemata 317","citation":"Michael Psellus, Poemata 317","ref":"317","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/317","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/317","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/317.md","author":{"name":"Michael Psellus","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus"},"work":{"title":"Poemata","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata","urn":"urn:cts:greekLit:tlg2702.tlg015"},"verse":false,"words":440,"text":"σου τὸν ὀφθαλμὸν τὸν τῆς ψυχῆς, ὦ νύμφη, θερμῶς ἐνατενίζοντα τῷ Λόγῳ καὶ νυμφίῳ, καὶ τῆς ψυχῆς τὸν τράχηλον τῆς σῆς ὑποκλιθέντα καὶ τοῦ Χριστοῦ τὸν ἐλαφρὸν ζυγὸν ἀναλαβόντα. Ὡς ὄντως ἐκαρδίωσας ἡμᾶς, φασὶν, ἡ νύμφη· ὡς ἀπὸ σοῦ γὰρ ἔγνωμεν τὴν σάρκωσιν τοῦ Λόγου. Οὕτω μὲν οὖν ἐπήνεσαν οἱ φίλοι τὴν παρθένον. Τῶν γʹ Πατέρων, ὥπὰν δὲ οὖτως ὅλη ὑπάρχεις καλὴ, Δεῦρο ἀπὸ Λιβάνου νύμφη, δεῦρο ἀπὸ Λιβάνου· ἤγουν, Πρός, με ἀπερίγραπτον ἀεὶ ποιοῦ τὴν πορείαν ἀπὸ πίστεως, ἥτις Θεῷ προσφέρεται οἶα λίβανος, δι´ ἐλπίδος εἰς τὴν ἀγάπην προκόπτουσα· δι´ ἧν ἐγὼ γίνομαι ἄνθρωπος, καὶ σὺ γίνῃ Θεός. Καὶ γὰρ ἐλεύσῃ καὶ διελεύσῃ ἀπ´ ἀρχῆς πίστεως ἀπὸ κεφαλῆς Σανίρ καὶ Ἀερμὼν, καὶ ἐλεύσῃ μὲν πρός με τῇ ὁλικᾳ ἀγάπῃ· διελεύσῃ δὲ ἀκατασχίτῳ τῷ φρονήματι τὴν κάμινον τῶν ἐν σαρκὶ καὶ κόσμῳ παντοίων πειρατηρίων τῇ ἐλπίδι στηριζομένη. Οὔτω δὲ ἐλεύσῃ καὶ διελεύσῃ ἐπειδήπερ ἀπὸ πίστεως τὴν πρός με πορείαν ἤρξω ποιεῖσθαι, καὶ οὐκ ἐξ ἀπιστίας κατὰ τὸν πρωτόπλαστον δελεασοέντα ἐλπίδι θεότητος· ἥτις πίστις οἷα κεφαλὴ, ἀρχή ἑστι τῆς τε κατὰ´ ἀρετὴν πεφωτισμένης ὁδοῦπερ τὸ Σανίρ παριστᾷ, ὁδὸς λύχνου ἑρμηνευόμενον), καὶ τῆς δι´ ἑλπίδαι ἀναψυχῆς τοῦ βάρους καὶ τοῦ καύσωνος τῆς τῶν ἀκουσίων πόνων ἐπαγωγῆς· ὅπερ δηλοῖ τὸ Ἀερμών, δρόσος ἑρμηνευόμενον· καὶ οὕτω φυλαχθήσῃ ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων· ἤτοι, ἀπὸ τῆς δίκην μάνδρας ἑνωτικῆς κατὰ σοῦ ὁμονοίας τῶν κατὰ ἔλλειψιν τῆς ἀρετῆς σαρκικῶν ἡδυπαθειῶν, τυραννικῶς οἶα λεόντων ποιουμένων κατὰ σοῦ τὰς ρρμὰς, καὶ ἀπὸ τῶν καθ´ ὁπερβολὴν τῆς ἀρετῆς παρῶν, ἀφ´ ὕψους τὰς ἐφόδους κατὰ σοῦ ποιουμένων δολίως, ὅπερ τὸ ποικλον τῶν παρδάλεων παριστᾶ. ἐλεύσῃ δὲ καὶ διελεύσῃ καὶ φυλαχθήσῃ, ὡς εἶρηται, Ἐπειδήπερ ἐκαρδίωσας ἡμᾶς, ἀδελφή μου νύμφη· δηλονότι, Εἰς πόθον σου ἤγαγες τὰς τρεῖς ὑποστάσεις τῆς μιᾶς θεότητος, ὡς ταύτῃ εὐαρεστήσασα νῷ καὶ λόγῳ καὶ πνεύματι, ἡ διὰ μὲν τὴν κατὰ σάρκα ὁμοφυΐαν ἀδελφή μου, διὰ δὲ τὸ ἐκ προαιρέσεως κολληθῆναί μοι δι´ ἀγάπης, καὶ ἂν πνεῦμα γενέσθαι, νυμφευθεῖσά μοι τῷ ἑνὶ τῶν εἰρημένων τριῶν ὑποστάσεων, δηλαδὴ τῷ μονογενεῖ τοῦ Πατρὸς Υἱῷ. Καὶ γὰρ ὁπόταν ἡ ἁγία Γραφὴ τῷ πληθυντικῷ περὶ Θεοῦ κέχρηται λόγῳ, τὴν δήλωσιν ποιεῖται τῶν παναγίων τριῶν ὑποστάσεων· μυστικῶς τὸν τρόπον τῆς παναγίας καὶ ἀνάρχου μονάδος σημαίνουσα· κτι μονὰς ἐν τριάδι, καὶ ἐν μονάδι τριάς ἐστιν ὁ θιὸς ἡμῶν. Καὶ αὖθις, Ἐκαρδίωσας ἡμᾶς· ἡτοι. Καὶ πάλιν ἐς πόθον σου ἤγαγες, τὸ μὲν ἐν ἐνὶ ἀπὸ ὀφθαλμῶν σου, τῷ ἀντιλαμβανομένῳ πάντως τῶν νοητῶν νοί σου, ἑωρακότι με γνώσει ἀλήστῳ, τὸ πέρας πάντων τῶν γνωστῶν τὴν ἀλήθειαν· τὸ δὲ ἐν ἐνὶ ἐνθέματι τραχήλου σου, ὅσπερ ὡς τέλος πάντων τῶν πρακτῶν εἰμι τὸ ἀγαθὸν τῷ λογικῷ σου, ὡς πρακτικῷ, οἶά τις κόσμος περιδέραιος ἐντιθέμενον κατὰ πρᾶξιν πειραθέντι μου τῆς χρηστότητος. Καὶ γὰρ αὐτός ἐστιν ἡ ἀλεθεια καὶ τὸ","prev":{"citation":"Poemata 316","label":"316","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/316","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/316"},"next":{"citation":"Poemata 318","label":"318","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/318","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/318"},"credit":{"text":"Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003733","quality":"ocr"}}