{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Poemata 321","citation":"Michael Psellus, Poemata 321","ref":"321","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/321","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/321","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/321.md","author":{"name":"Michael Psellus","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus"},"work":{"title":"Poemata","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata","urn":"urn:cts:greekLit:tlg2702.tlg015"},"verse":false,"words":418,"text":"τῷ δὲ φόβῳ τῶν ἠπειλημένων κολάσεων ὡς λέπυρον ῥοᾶς στύφοντες τὰς μαθητευομένας ψυχὰς, φυλάττουσι τὸν ἐν αὐταῖς καρπὸν τοῦ πνεύματος ἀλώβητον ἀπὸ πάντων τῶν παραλόγων παθῶν· ταῖς δὲ ἀκτῖσι τῶν ἐπαγγελιῶν τοῦ τῆς δικαιοσύνης Ἡλίου εῖς πόθον τῶν μελλόντων ἀγαθῶν ταύτας καταθερμαίνοντες, τὸν φόβον, ὡς προκάλυμμα διαῤῥηγνόου σιν, ἔξω τοῦτον τῆς ἀγάπης βαλλούσης· καὶ κατα.γλυκαίνουσιν τὸν νοητὸν αὐτὸν φάρυγγα γευσαμένων καὶ θεασαμένων, ὅτι χρηστὸς ὁ Κύριος. καθάπερ καὶ τὸν αἰσθητὸν ὁ καρπὸς τῶν ῥοῶν. Ἐντεῦθεν δ´ οὗτοι οἱ διδασκαλικοὶ λόγοι ὡς ταῖς μαθητιυαιέναις πραγματευόμενοι, τῷ φόβῳ τῶν ἠπειλημένων κολάσεων παθῶν κάθαρσις, ταῖς δ´ ἐπαγγελίαις τῶν μελλόντων ἀγαθῶν, ἔργων δικαιοσύνης φωτισμὸς γίνον ται ταύταις. Κύπροι μετὰ νάρδων· ἤτοι, παντοίων ἀρετῶν ἄνθη καὶ κράματα, ἀρχαὶ δηλονότι καὶ μίξεις, Καὶ ὀς μὲν ἀρχαὶ ὁφιστῶσιν ἐν ταῖς διδασκομέναις ψυχαῖς, τῷ τε φόβῳ τῶν ἀπειλῶν καὶ τῷ πόθῳ τῶν ἐπαγγελιῶν, τὰ διάφορα κατ´ ἀρετὴν εἶδη τῆς εἰς τὸν Θεὸν καὶ τὸν πλησίον ἀγάπης· ὡς δὲ μίξεις πείθουσιν αὐτὰς ἐν τῷ πάσχειν σαρκὶ, διὰ τὴν εἰς ρεὲν ἀνάπνν ἀνεξικακεῖν διὰ τὴν πρὸς τὸν πλησίον ἀγάπην, καὶ εὐφραίνεσθαι διὰ τὴν μέλλουσαν μισθαπόδοσιν· ἐν δὲ τῷ ἀνεξικακεῖν διὰ τὴν εἰς τοῦτον ἀγάπην, τὴν εἴς Θεὸν ἀγάπην ἐνδείκνυσθαι, διὰ τὴν τήρησιν τῆς αὐτοῦ ἐντολῆς, ἥτις ἐστὶ τὸν ἀγαπᾷν τὸν πλησίον. Κἀντεῦθεν οἱ εἰρημένοι διδασκαλικοὶ λόγοι γίνονται ταῖς διδασκομέναις νάρδος καὶ κρόκος κάλαμος καὶ κιννάμωμον μετὰ πάντων ξύλων τοῦ Λιβάνου· ἤγουν, τέσσαρες γενικαὶ ἀρεταὶ μετὰ πασῶν τῶν ὑπ´ αὐτὰς μερικῶν τῶν φυομένων ἐν τῷ ὕψει τῆς εἰς Θεὸν πίστεως, οἷα ὅρει Λιβάνου. Καὶ γὰρ νάρδον μέν φησι, τὴν ὡς διαφόρων ἀρωμάτων μίγματα ἑνοειδῶς φέρουσαν πασῶν τῶν ἀρετῶν τοὺς λόγους φρονησιν· κρόκον δὲ, ὡς μέσως ἔχοντα ψύξεώς τε καὶ θερμότητος, καὶ τὴν ἐφ´ ἑκάτεοα ἀμετρίαν ἐκφεύγοντα, τὴν τὰς ἐλλείώεις καὶ τὰς ἀπερβολὰς τῶν ἀρετῶν διαδιδράσκουσαν δικαιοσύνην· κάλαμον δέ, γλυκεῖαν, ὡς κούφην, καὶ αὶς ὕψος ἰκανῶς ἀνατρέχουσαν τὴν σωφροσύνην· ἧτις σαρκικοῦ βάρους τὴν ἐπιθυμίαν κουφίζει, καὶ ὑψοῖ πρὸς τὰ πνευματικὰ καὶ οὑράνια. καὶ τῆς τοῦτων γλυκύτητος τὸν νοῦν ἐμφορεῖσθαι ποιεῖ· καὶ κινάμωμον, ὡς θερμὸν καὶ ἡδὺ, τῆν θείῳ ζήλῳ πυρογμένην κατὰ ἀσεβείας καὶ κακίας ἀνδρείαν· ἡ καὶ ἡδεῖά ἐστι διὰ τοῦ παντὸς καλοῦ ὑπεραγωνίζεσθαι. Οὐ μόνον δὲ ταῦτα ταῖς διδασκομέναις δἱ διδασκαλικοὶ λόγοι τῆς νύμφης γίνονται. ἀλλὰ σμύρνα καὶ ἀλόη μετὰ πάντων τῶν πρώτων· ήτοι, νέκρωσις τοῦ σαρκικοῦ τούτων φρονήματος μετὰ πάντων τῶν πρώτων τῶν ψυχαγωγούντων δίκην μύρων χαρισμάτων τοῦ Πνεύματος. Εἰ μὴ γὰρ φρονήσῃ πάντως ἡ ψυχὴ τὰ τοῦ Πνεύματος, καὶ τὰ πανάγια τούτου δέξηται χαρίσματα, τὸ τοῦ φόβου φημὶ καὶ τὸ τῆς ἰσχύος, καὶ τὸ τῆς βουλῆς, καὶ τὸ τῆς ἐπιστήμης, καὶ τὸ τῆς γνώσεως, καὶ τὸ","prev":{"citation":"Poemata 320","label":"320","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/320","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/320"},"next":{"citation":"Poemata 322","label":"322","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/322","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/322"},"credit":{"text":"Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003733","quality":"ocr"}}