{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Poemata 322","citation":"Michael Psellus, Poemata 322","ref":"322","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/322","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/322","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/322.md","author":{"name":"Michael Psellus","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus"},"work":{"title":"Poemata","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata","urn":"urn:cts:greekLit:tlg2702.tlg015"},"verse":false,"words":362,"text":"τῆς συνέσεως, καὶ τὸ τῆς σοφίας, ἄλλως τοῦ σαρκικοῦ ρονήματος οὐκ ἐνεργεῖται ἡ νέκρωσις· ἧς δηλωτικὰ ἡ σμύρνα καὶ ἡ ἀλόη, ὡς νεκρῶν σωμάτων ἀρωματίσματα. Οὗτοι δὲ οἱ λόγοι ταῖς διδασκομέναις εἶσὶ καὶ πηγὴ κήπων, ὡς προχέοντες τὴν ἀρδεύουσαν, γνῶσιν, τὰς οἷά τινα φυτὰ πεφυτευμένας ἐν αὐταῖς πολυειδεῖς ἀρετάς. Καί φρέαρ ὕδατος ζῶντος, καὶ ῥοιζοῦντος ἀπὸ τοῦ Αιβάνου· ἤγουν, βάθος θείας καὶ ἀειζώου σοφίας ήχούσης διδασκαλικῶς τὰ τοῖς πολλοῖς ἀδιεξίτητα θεῖα μυστήρια, ὥσπερ ἀπὸ Λιβάνου τοῦ ὕψους τῆς εἶς Θεὸν πίστεως. Ἐπεὶ δὲ παράδεισον τοὺς τῆς νύμφης διδασκαλικοὺς λόγους ὁ νυμφίος εἶρηκεν, ὡς δεδήλωται· κῆπος δέ ἐστιν ὁ παράδεισος, ὡς παντοίων φυτῶν χωρίον· κῆπος ἄρα τῆς νύμφης αἱ καφυτευμέναι εἰσὶ ψυχαὶ τοῖς διδασκαλικοῖς ταύτης λόγοις, δι´ ὧν σπεύδουσα τὰ ἐξῆς εἰρημένα ἀποτελέσαι· Ψελλοῦ. Ἐπείπερ ἐπελάβετο πάντως τῆς ἐξουσίας, Ἕ Ἑκκλησία τοῦ Θεοῦ κῆπος ὀνομασθεῖσα, Ἔχων ἀπάντων τῶν φυτῶν ἐν ἑαυτῇ τὴν ὥραν, Τοῦ μὴν βοῥῥᾶν τὴν κάκιστον ἔμπνευσιν ἀφορίσαι Τὴν ἀποκρυσταλλῶσαν τὸ κάλλος τῶν ἀνθέων· Τὸν νότον δὲ τὸν κάλλιστον προσαιτεῖ πνεῦσαι· Ὃς ἐπιπνεύσας ἐν Σιὼν τοῖς ἀποστόλοις πάλαι, Ῥεύματα λόγων δέδωκε τοῖς ἀποστόλοις χέειν. Ἐκεῖνο τὸ πανάγιον τοίνυν ἡ νύμφη Πνεῦμα Καλεῖ πρὸς κῆπον ἑαυτῆς πνεῦσαι τὴν σωτηρίαν, Ὡς ἂν καρποφορήσωσιν πάντα τὰ τέκνα ταύτης, Καὶ τὸν Χριστὸν εὐφράνωσι τὸν Λόγον καὶ νυμφίον, Ἐπεὶ γοῦν ὁ κεκέλευκεν, εἰς ἔργον ἐγεγόνει Καὶ τὸν βοῥῥᾶν σιγήσαντα κατεῖδεν ἡ παρθένος, Καὶ πνεύσαντα τὸν κάλλιστον ὅντως καὶ θεῖον νότο Καὶ καρποφόρα δείξαντα πάντα τὰ τέκνα ταύτης, Ἐπεόχεται τοῦ κατελθεῖν τὸν θαυμαστὸν νυμφίον Εἰς τὸν καρποφορήσαντα κῆπον αὐτῆς ἐν τάχει, Ὦς ἂν τρυγήσῃ τοὺς καρποὺς αὐτοῦ τῶν ἀκροδρύων Τουτίστιν, ὅπως εὐφρανθῇ τοῖς καρποφόροις τέκνοις. Εἰ μὴ γὰρ οὕτω πρὸς ἡμᾶς τοὺς ταπεινοὺς κατίλθῃ, Ἀναλαβών καὶ τοὺς πραεῖς, κατὰ τὸν Παλμο- [γράφον, Οὐκ ὅστιν ἄλλως πως ἡμᾶς εἰς οὐρανοὺς ἀρθῆναι. Ταῦτα μὲν λελιπάρηκεν ἡ νύμφη τῷ νυμφίῳ. ο δὲ πληρῶν τὰ σύμπαντα καὶ πανταχοῦ τυγχάνων, Ὁ λέγων, Ἰδοὺ πάρειμι, τοῖς ἐπικαλουμένοις, Ηρὶν πληρωθῆναι τὴν οὐχὴν, τῆς νύμφης ἐπ- Β [ακούσας, Καὶ κῆπον κατελήλυθεν αὐτῆς, ὡς ἠβουλήθη, Καὶ τοὺς καρποὺς ἐτρύγησε ταύτης τῶν ἀκροδρύων Φησὶ γὰρ οὔτω πρὸς αὐτὴν, ὡς καθ´ εἱρμὸν εὑρήσεις· Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου νύμφη ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου· ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου· Ὥπιον οἶνόν μου μετὰ γάλακτός μου.","prev":{"citation":"Poemata 321","label":"321","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/321","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/321"},"next":{"citation":"Poemata 323","label":"323","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/323","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/323"},"credit":{"text":"Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003733","quality":"ocr"}}