{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Poemata 329","citation":"Michael Psellus, Poemata 329","ref":"329","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/329","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/329","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/329.md","author":{"name":"Michael Psellus","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus"},"work":{"title":"Poemata","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata","urn":"urn:cts:greekLit:tlg2702.tlg015"},"verse":false,"words":400,"text":"δʹ αἱ ταύτης μαθήτριαι ες ἀναζήτησιν τοῦ νυμφίου αὐτῆς διεγερθεῖοαι, καὶ δεδοικυῖαι μήπως κατὰ θεωρίαν ἢ κατὰ πρᾶξιν ἀπατηθεῖσαι, σκότος ἀντὶ σωτὸς ὑποδέξωνται, τοιαύτας ποιοῦνται τὰς ἀποκρίσεις πρὸς τὴν διδάσκαλον· Τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ ἡ καλὴ ἐν γυναιξί; Τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ὅτι ὥρκισας ἡμᾶς; Δηλαδῆ, Ἀνάγγειλον ἡμῖν, τίνα εἰσὶν τὰ κατὰ θεωρίαν γνωρίσματα τοῦ ἀγαπητοῦ σου·?να μὴ τοῦτον παραγνωρίσασαι, τὸν σκότος ὄντα καὶ φῶς ὑποκρινόμενον ὑποδεξώμεθα ἀντ´ αὐτοῦ, ἀντὶ τῆς ἀληθείας τῷ ψεύδει παρατυχοῦσαι· ἡ ὡραιοτάτη ταῖς νυμφευομέναις αὐτοῦ ὡς τελεία καὶ τούτων διδάσκαλος. Καὶ τίνα πάλιν εἰσὶ τὰ τοῦτον κατὰ πρᾶξιν χαρακτηρίζοντα; Ὅπως μὴ διὰ τῶν καθ´ ὑπερβολὴν τῆς ἀρετῆς παθῶν τοῦτον παραγνωρίσασαι, ὡς ἀγαθῷ τῷ πονηρῷ περιπέσωμεν, κλαπεῖσαι ἀπὸ τῶν δεξιῶν. Ταῦτα δὲ παρὰ σοῦ ζητοῦμεν μαθεῖν, ὅτι τὸν πρὸς αὐτὸν φίλτρον ἐνέθου ἡμῖν, δίκην ὅρκου ἀπαναγκάζον ἡμᾶς τοῦτον ἀναζητεῖν, καὶ σπεύδειν τούτου ἐπιτυχεῖν. ΡειοίΙί, Τιίμνι Ραίνων. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν εὕρητε τὸν ἀδελφιδοῦν μου, ἐπαγγείλατε ὅτι τετρωμένη ἀγάπης ἐγώ. Θελλοῦ. Ὁρκίζω δὴ, φησίν, ὑμᾶς ἐν τῇ τοῦ ἀγροῦ δυνάμει, Ἐν τῇ χάριτι τῆς θείας δυναστείας, α τὸν πόθον τὸν ἐμὸν εἴπητε τῷ νυμφίῳ, Ταῦτα μὲν λελιπάρηκεν ἡ νύμφη τοὺς ἀγγέλους Ἅμηχανοῦντες δὲ λοιπὸν τὴν εὔρεσιν ἐκείνου· Καὶ τῶν ἀγγέλων οἱ χοροὶ, φασὶ πρὸς τὴν παρθένον· Ὦ ποταπός τις πέφυκε, φασὶν, ἀδελφιδός σοι; Ἐν τίσι γὰρ σχημοτισμοῖς χαρακτηρίζεται σοι Δαξον ἄπαντας καλῶς ἡμᾶς ὡς ἀγνοοῦντας. Τῶν γ´ Πατέρων, Απάρχεται λοιπὸν ἡ διδάσκαλος ἀπαγγέλλειν τοῦ νυμφίου αὐτῆς τὰ γνωρίσματα. Καὶ πρῶτον μὲν καθολικῷ λόγῳ ταῦτα διεξιοῦσα, φησίν· Ἀδελφιδός μου λευκὸς καὶ πυῥῥός, ἐκλελογισμένος ἀπὸ μυριάδων. Ἡτοι, Ὁ ἀγαπητός μου, κατὰ μὲν τὴν θείαν φύσιν λευκὸς μὲν ὡς ἀπρόσιτον φῶς· πυῥῥός δὲ οἵα χρυσὸς τῶν λοιπῶν ὑλῶν τιμιώτερος, ὡς ὑπερούσιος· καὶ ἐκλελογισμένος ἀπὸ μυριάδων, ὡς μόνος ἐκ πατρὸς ἀχρόνως τεχθείς. Κατὰ δὲ τῆ ν ἀνθρωπίνην, λευκὸς μὲν ὡς καθαρὸς διὰ τὸν ἀναμάρτητον· πυῥῥός δέ, ὡς τὸν οἰκεῖον αἱμα ἐν τῷ σταυρῷ ἐκχέας ὑπὲρ ἡμῶν· καὶ ἐκλελογισμένος ἀπὸ μυριάδων, ὡς μόνος αὐτὸς ἀπὸ πάντων ἀσπόρως ἐκ παρθένου τεχθείς. Καὶ οὔτω μὲν θεωρεῖται οὖτος ἐν πνεύματι. Ἑν πείρᾳ δὲ τούτου κατὰ πρᾶξιν γίνονπαι, ὡς μὲν λευκοῦ, οἱ ἀπὸ παντὸς καθαρθέντες ῥύπου ἁμαρτημάτων· ὡς δὲ πυῤῥοῦ, οἱ ποικίλοις πειοασμοῖς περιπεσόντες, καὶ τῷ ἐντεῦθεν τῆς ὑπομονῆς δοκιμίῳ, ὡς χρυσοῦ ἐκ χωνευτηρίου πυῥῥότης, ἀναλάμψαντες· καὶ ὡς ἐκλελογισμένου ἀπὸ μυριάδων, οἱ ἐν τῇ δι´ ἐγκρατείας καθάρσει καὶ τῆ ὑπομονῇ μήτι καταδεξάμενοι πάθος ἐν ἑαυτοῖς μεσάσαι ἀνθρώπινον, καὶ διὰ τοῦτο τῆς ταπεινοφόοσύνης μὴ","prev":{"citation":"Poemata 328","label":"328","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/328","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/328"},"next":{"citation":"Poemata 330","label":"330","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/330","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/330"},"credit":{"text":"Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003733","quality":"ocr"}}