{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Poemata 336","citation":"Michael Psellus, Poemata 336","ref":"336","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/336","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/336","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/336.md","author":{"name":"Michael Psellus","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus"},"work":{"title":"Poemata","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata","urn":"urn:cts:greekLit:tlg2702.tlg015"},"verse":false,"words":377,"text":"μου κατ´ ἐνόργειαν κάλλος. Καὶ ὅψῃ με ἐνεργητικόν τε καὶ παντοδύναμον. Πνευματικοὶ γὰρ εἰσιν οἱ ὀφθαλμοί σου. Τὸ δέ, Τρίχωμά σου, ὡς ἀγέλαι τῶν αἰγῶν, αἱ ἀνεφάνησαν θιὰ τοῦ Γαλαάδ· εἴτουν Οἱ ἐκ τοῦ νοός σου, οἶα δὴ κεφαλῆς κομώσης θρὶξ, πνευματικῶς φυόμενοι καὶ ἀναισθητοῦντες πρὸς τὰ παρόντα, πρακτικοί τε καὶ θεωρητικοὶ καὶ θεολογικοὶ δίκην εόοαλοῦς τριχώματος αἰγῶν ἀναδεικνυμένων διά τινος ἀπόπτου ὅρους Γαλαὰδ καλουμένου, ἀνακεκαλυμμένοι ἀπὸ σκότους κακίας καὶ ἀγνοίας καὶ ἀθείας εἰσίν· ὅτι ἐκ τούτων μετῳκίσθησαν εἶς ἀρετὴν καὶ γνῶσιν καὶ θεοσέβειαν παρὰ τοῦ μαρτυροῦντος τοῖς πιστοῖς τὸ μέλλοντα δικαιωτήρια Εὐαγγελίου. Μετοικία γὰρ μαρτωρίας τὸ Γαλαὰδ ἐρμηνεύεται. Καὶ οὔτω μὲν Τρίχωμά σου.- Οἱ δὲ ὁδόντες σου, ὡς ἀγέλαι τῶν κεκαρμένων, αἱ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἕστιν ἐν αὐταῖς. Ἀηλαδὴ, Αἱ ἔννοιαί σου, δι´ ὧν τὸ σωματικὸν τοῦ νόμου πάχος εἰς ἀληθῆ λεπτύνεται νοήματα, καὶ πρὸς βρῶσιν πνευματικὴν ἐπιτήδειον γίνεται, δίκην κκαρμένων ἀγελῶν πᾶσαν ψευδῆ ὑπόληψιν περιῄρηνται, περὶ μόνην συναγελαζόμεναι τὴν ἀλήθειαν Ατπερ ὡς ἀπὸ λουτροῦ καθαρεύσασαι τῶν ψευδῶν ὑπολήψεων, ὑψώθησαν ἀπὸ τῶν γηίνων καὶ σαρκικῶν πρὸς τὰ πνευματικὰ καὶ οὐράνια, διδυμοτοκοῦσαι τοὺς λόγουν τῶν ἀρετῶν· καὶ ἄκαρπος καὶ ἀνωφελὴς ἐνθύμησις οὐκ ἕστιν ἐν αὐταῖς. Ὡς σπαρτίον κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία Δηλονότι, οἷα μὲν σπαρτίον μεμετρημένον, οἷα δὲ κόκκινον ἀληθῆ τὸν λόγον προφέροντα. Ὅθεν καὶ καλὴ ἡ τούτου προφορά, Ὡς λέπυρον ῥοᾶς μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου· ἤτοι, Οἷα λέπυρον ῥοᾶς στύφουσαί εἰσιν αἱ παρειαί σου, διὰ τὸ στυγνόν τε καὶ ἀδιάχυτον, καὶ ὅτε μὴ σιωπᾶς, τῶ συνεσταλμένῳ κολαζούσης σου τὴν ἐν ταῖς ὁμιλίαις διάχυσιν. φελλοῦ, Ταῦτα μὲν οὖν λελάληκεν ἡ νύμφη τοῖς ἀγγέλοις νΑλλ´ ὁ φιλανθρωπότατος Δεσπότης καὶ νυμφίος Ἡδών βαύζουσαν αὐτὴν καὶ κατατρυχωμένην, Καὶ μεριμνῶσαν περιττῶς, καὶ ψηλαφῶσαν τοῦτο, Πάλιν ἐπήνεσεν αὐτῆν φωνήσας ἀοράτως· Καλῆ εἶ, πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς Ἰερουσαλὴμ, θάμβος ὡς τεταγμέναι Καλὴ, φησὶ, γεγένησαι, καὶ μῶμον οὕκουν ἔχει, Τῇ εὐδοκίᾳ τῇ ἐμῇ καλῶς ὁμοιωθεῖσα. Καὶ σὺ χὰρ θέλεις ἄπαντας σωθῆναι τοὺς ἀνθρώπους. Καὶ πάλιν Ἰερουσαλὴμ καλῶς ἐξωμοιώθης, Ἐν ἧπερ ἀναπέπαυμαι μετὰ καὶ τοῦ Πατρός μου Ὅθεν καὶ θάμβος κέκτησαι, καὶ φοβερὰ τυγχάνεις Ὅσπερ αἱ τεταγμέναι μου δυνάμεις τῶν ἀγγέλων Ἑμοὶ, φησί, λελάληκεν, Ἑμοὶ σεπτὸς νυμφίος Αοιπὸν δὲ Πρόσχες ἐπ´ Ἑμοὶ τοὺς ὀφθαλμούς σου Τὸ φῶς γὰρ ἀνιπτέρωσεν ἐμὲ τῶν ὀφοαλμῶν σου, Καὶ πάντων κατεφρόνησα τῶν κοσμικῶν πραγμάτων. Ρεείί.","prev":{"citation":"Poemata 335","label":"335","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/335","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/335"},"next":{"citation":"Poemata 337","label":"337","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/337","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/337"},"credit":{"text":"Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003733","quality":"ocr"}}