{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Poemata 341","citation":"Michael Psellus, Poemata 341","ref":"341","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/341","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/341","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/341.md","author":{"name":"Michael Psellus","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus"},"work":{"title":"Poemata","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata","urn":"urn:cts:greekLit:tlg2702.tlg015"},"verse":false,"words":376,"text":"Τνίμν Ραἰνμνο. Τνίμνε Ραίνηηα. τὸν ἐφ´ ἑαυτῆς πρὸς ὑμᾶς διαφόρως καὶ κτμλλλως ὑμῖν. Ἀμιναδὰβ γὰρ, ἀρχων λαοῦ, ἐρμηνεύεται· ὅς ἐστι Χριστὸς ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν. Τῶν γʹ Πατέρων. αἱ δὲ μαθήτριαί φασι πρὸς τὴν νύμφην· Ἐπίστρεφε, ἐπίστρεφε, ἡ Σουλαμῖτις, ἐπίστρεφε, ἐπίστρεοε, καὶ ὀψόμεθα ἐν σοί. Ἡτοι, συγκατάβαινε ἀπὸ τοῦ ὕψους τῆς μυστικῆς θεωρίας πρὸς τὴν διὰ τῶν τεσσάρων νιλικῆν ἀρετῶν ἡθικὴν διδασκαλίαν ἡμῶν. Συμμετριάζουσα κατὰ τὰς εἰρημένας ἀρετὰς τετραχῶς ταῖς ἔτι ὄπὸ παθῶν ὀχλουμέναις ἡμῖν, ἡ δι´ ἀπαρτίαν ἐρμηνεύαυσα· ἡ Σουλαμῖτις γὰρ, εἰρηνεύουσα, ἐρμηνεύεται· καὶ θεασόμεθα ἐν σοὶ ἃ μήπω ἐν ἑαυταῖς ἑωράκαμεν διὰ τὴν ἡμετέραν ἀτέλειαν. Ἐρωτᾷ δ´ αὗτη αὐτάς· Τί ὅψεσοε ἐν τῆ Σουλαμίτιδι, ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν, ἤγουν, Τί ἐν ἐμοὶ θεάσεσρε τῇ εἰρηνευούσῃ; ὡς μηκέτι πολεμικῶς καὶ ἀγωνιστικῶς κατὰ πρᾶξιν τὴν κακρυμμένην μου διάθεσιν φανερούσῃ διὰ τοῦ σώματος· ἀλλὰ λογικῶς καὶ γνωστικῶς τοῖς ἀληθῶς ἀγαθοῖς ἐμμενοόσῃ διὰ τελειότητα, ἡ ἐκ τοῦ τῶν παθῶν πολέμου ἐπανερχομένη πληθύς· ὥσπερ τινὲς ἐπινικίους ψδοντες ὕμνους χοροὶ τῶν ἐκ πολέμου ἐπαν ἐρχομένων. Γενναίως γὰρ ἐν τῷ κατὰ τῶν παφῶν πολέμῳ ἀγωνισάμεναι κατὰ τοὺς τρόπους τῶν Κἀρετῶν, ὡς ἐπινικίους ὕμνους τοὺς τούτων λόγους ἆδετε γνωστικῶς. Τῶν χ Πατέρων Ἀἰ δὲ μαθήτριαι τὸν τῆς νύμφης ἔπαινον ποιεῖσθαι ἀπαρχόμεναι, φασί· Τί ὡραιώθησαν διαβήματά του ἐν ὑποδήματι, θύγατερ Ναδάβ! δηλονότι, Θαυμάσιον κάλλος ἐνδείκνυνται αἱ κατὰ τὰς ἀρετὰς συγκαταβατικαὶ πρὸς ἡμᾶς πορεῖαί σου ἐν τοῖς τούτων κατὰ πρᾶξιν τρόποις, οὓς οἶάπερ ὑποδήματα Ἀποδέδενται, Ἰνα διὰ σώματος δειχθῶσι ταῖς ἀτελέσιν ἡμῖν, καὶ τυπωθῶμεν πρὸς ἀρετὴν τῷ κατὰ σὲ παραδείγματι. θύγατερ Θεοῦ· ὡς ἀκούουσα τῶν λόγων αὐτοῦ, οἶα πατρὸς, ὃς πάντων μὲν κἂν μὴ θέλωσιν ἀρχει· σοῦ δὲ καὶ ἑκουσίως. Ναδὰβ γὰρ ἄρχων ἢ ἡγεμὼν ἑκουσιαζόμενος ἐρμηνεύεται· οὔτω δ´ εἰσὶν αἱ κατ´ ἀρετὴν πορεῖαί σου ὡραῖαι· ὅτι ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις, ἔργα χειρῶν τεχνίτου. Δηλαδὴ αἱ κατὰ λόγον εὔτακτοι κινήσεις τῶν περὶ τὸ ἐν γενέσει καὶ φθορᾷ καταγινοιμένων πρακτικῶν σου δυνάμεων· τῆς ἐπιθυμίας, λέγω, καὶ τοῦ θυμοῦ, ὡς ὑπὸ τεκνίτου τοῦ λόγου ἀπὸ τῶν γενητῶν καὶ φθαρτῶν πρὸς τὰ ὑπὲρ ταῦτα καιμπτόμεναι, παρεικάζονται ὁρμίσκοις εἰργαῖοιένοις ὑπὸ χειρῶν τεχνίτου, καμπτοῖς τῷ σχήματι Ὅθεν καὶ Ὁ ὀμφαλός σου κρατὴρ τορευτός, μὴ ἄστεοούμενος κρᾶμα. Πάντως τὸ αἰσθητικὸν σου ι οὖ ὡς δι´ ὀμφαλοῦ τὸ ἐν μήτρᾳ βρέφος τρέφῃ, φυσικῶς τῇ κατ´ αἴσθησιν θεωρίᾳ τῶν ὅντων, συλληφθεῖσα ὑπὸ τῆς πάντων μητρὸς σοφίας, καὶ πῆ","prev":{"citation":"Poemata 340","label":"340","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/340","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/340"},"next":{"citation":"Poemata 342","label":"342","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/342","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/342"},"credit":{"text":"Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003733","quality":"ocr"}}