{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Poemata 417","citation":"Michael Psellus, Poemata 417","ref":"417","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/417","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/417","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/417.md","author":{"name":"Michael Psellus","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus"},"work":{"title":"Poemata","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata","urn":"urn:cts:greekLit:tlg2702.tlg015"},"verse":false,"words":344,"text":"Ὁλόκληρος ἐνέργεια ἐν ψυχῇ σώματί τε, Ἐις δὲ ἡ ἐνέργεια τοῦ κοινοῦ πέφυκέ πως. Πρὸς τούτοις πᾶσι γίνωσκε· ὁ σαρκωθελς γὰρ Λόγος, Τὴν ἡμετέραν προσλαβών ἐν τῷ σαρκοῦσθαι σάρκα, Κατάρα ἐχρημάτισε, τυγχάνων εὐλογία, Καὶ τέθνηκεν ὡς ἄνθρωπος, ἀθάνατος ὧν φύσει, Ἐπὶ σταυροῦ τὴν νέκρωσιν ὑποστὰς ἐκουσίως Ἀνέστη δὲ τριήμερος τὸν ᾤδην καταλύσας, Ετα καὶ ἀνελήλυθεν εἰς οὐρανοὺς ἐν δόξῃ, Καὶ αὖθις ἥξει σὺν Πατρὶ καὶ Πνεύματι ἁγίῳ Κρῖναι δικαίως ἅπαντας ὁμοῦ καὶ φιλανθρώπως. Τοῦτο συγκεφαλαίωσις τῶν θεολογουμένων Καὶ λεγομένων, δέσποτα, εἰς τὴν οἰκονομίαν, ἄολὸς γὰρ καὶ δυσνόητος ὁ λόγος τῶν δογμάτων. Ἀλλ´ ἐγὼ τὰ σαφέστερα συλλέξας σοι προσφόρως, Καὶ πληρεστάτως εἴρηκα ὁμοῦ τε καὶ συντόμως Δεῖ γὰρ τὸν βασιλεύοντα καὶ τ´ ἄλλα μὲν εἰδέναι, Τὸ δ´ ἀληθὲς ὡς μάλιστα τῶν καθ´ ἡμᾶς δογμάτων Ἀρχὴ γὰρ τοῦτο καὶ κρηπὶς θπάρχει βασιλείας, Γίνωσκε καὶ τὸν ἀριθμὸν τῶν ἱερῶν συνόδων, Ὁπόσαι κατὰ δυσσεβῶν ἐκροτήθησαν, ἄνα, Ἑπτὰ πᾶσαι πεφύκασι· πρώτη δ´ ἡ ἐν Νικαίᾳ Τοῦ θείου βασιλεύοντος, δέσποτα, Κωνσταντίνου, Καὶ ἀρχιερατεύοντος ἐν Κωνσταντινουπόλει Τοῦ πανσεβάστου καὶ ψυχῇ καὶ λόγῳ Μητροφάνου. Αὕτη τὴν γλῶτταν ἔτεμε τοῦ μανέντος Ἀρείου, Τὴν ὁμοουσιότητα τέμνοντος τῆς Τριάδος, Καὶ κτίσμα τὸν Δημιουργὸν δυσσεβοῦντος ἀθλίως, Ἐλάττονά τε τοῦ Πατρὸς, τὸν ἰσότιμον φύσει. Ἡ δὲ δευτέρα γέγονε τῶν ἱερῶν συνόδων, ς ἱστοροῦσιν ἄπαντες, ἐν Κωνσταντινουπόλει, Ἠς ὁ μὲν Θεοδόσιος ἦρχε καλῶς ὁ μέγας, Νεκτάριος δ´ ἀρχιερεὺς ἐτύγγανε τῶ τότα Ατη τὸν Μακεδόνιον ἀνέσπασε ζιζόθεν, Τὸ Πνεῦμα τὸ πανάγιον ἀλλοτριοῦντα μάτην Τῆς ὑψηλῆς Θεότητος, καὶ κτίσμα βλασφημοῦντα. Ἡ δὲ γε τρίτη σύνοδος γέγονεν ἐν Ἐφέσῳ, Θεοδοσίου τοῦ μικροῦ δεσπόζοντος ἀξίως, Κατὰ τοῦ ματαιόφρονος καὶ δεινοῦ Νεστορίου, Τὴν τοῦ Θεοῦ μὴ σάρκωσιν οὐδ´ ὅλως δεχομένου, Ἀλλὰ ψιλὸν μὲν ἀνθρωπον τὸν Χριστὸν βλασφη- [μοῦντος, Καὶ Χριστοτόκον λέγοντος, ἀλλ´ οὐχὶ Θεοτόκον, Τὴν Θεοτόκον Δέσποιναν καὶ Μαρίαν Παρθένον. Ἡ δὲ τετάρτη σύνοδος ἔστη ἐν Χαλκηδόνι, Ῥώμης τὰ σκῆπτρα φέροντος Μαρκιανοῦ δεσπότου Ὁ δʹ ἀριθμὸς τῶν ἰερῶν καὶ σεβαστῶν Πατέρων Τριάκοντα συνέστησαν πρὸς τοῖς διακοσίοις Κατ´ Εὐτυχοῦς τοῦ δυσσεβοῦς, καὶ κατὰ Διοσκόρου Τὸ σῶμα τὸ Δεσποτικὸν δυσσεβῶς φαντασάντων. Ἡi δέγε πέμπτη γέγονεν ἐν Κωνσταντινουπόλει· Πέντε δὲ πρὸς ἑξήκοντα καὶ ἑκατὸν Πατέρες Ἑν ταύτῃ συνηθροίσθησαν, καὶ τὴν ἐν Χαλκηδόνι Σύνοδον ἐκρυτήθησαν ὡς πανευσεβεστάτην.","prev":{"citation":"Poemata 416","label":"416","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/416","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/416"},"next":{"citation":"Poemata 418","label":"418","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-psellus/poemata/418","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-psellus/poemata/418"},"credit":{"text":"Michael Psellus, Poemata. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003733","quality":"ocr"}}