{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Paratexta 58.1","citation":"Mullach Fpg2, Paratexta 58.1","ref":"58.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/mullach-fpg2/paratexta/58.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/mullach-fpg2/paratexta/58.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/mullach-fpg2/paratexta/58.1.md","author":{"name":"Mullach Fpg2","url":"https://interlinea.aeterna-institute.org/library/greek/mullach-fpg2"},"work":{"title":"Paratexta","url":"https://interlinea.aeterna-institute.org/library/greek/mullach-fpg2/paratexta","urn":"urn:cts:greekLit:oga000913.ogc002492"},"verse":false,"words":416,"text":"δμιλούσι. Ταῖς τε κατὰ πόλεμον συνθήκαις ἐν ἔθενεν ἡ βασιλεία πρὸς διαμονὴν τῶν ὁμολογιῶν ἢ διὰ τῶν γραμμάτων ἀσφάλεια βεβαιωτάτην ἔχει πίστιν. Καθόλου δὲ τὰς χαριεστάτας τῶν φρονίμων ἀνδρῶν ἀποφάσεις καὶ θεῶν χρησμούς, ἐπὶ δὲ φιλοσοφίας καὶ πᾶσαν παιδείαν μόνην τῇρει καὶ τοὺς ἐπιγυωμένους ἀεὶ παραδιδόσιν εἰς ἀπαντα τὸν αἰῶνα. Διὸ καὶ τοῦ μὲν ζῆν τὴν φύσιν αἰτίαν ὑπολήπτεον, τοῦ δὲ καλῶς ζῆν τὴν ἐκ τῶν γραμμάτων συγκεκιμένον παιδείαν· ὅθεν ὡς μεγάλων τινῶν ἀγαθῶν ἀποστερουμένους τοὺς ἀγράμματοὺς διωρίσατο τῇ νομοθεσίᾳ ταύτῃ καὶ ζημιοῦσαι ἐπιμμελείας τε καὶ δαπάνης ἡξίωσε, καὶ τοσοῦτον ὑπερέβαλλε τοὺς πρότερον νομοθετήσαντας δημοσίᾳ μισθῷ τοὺς νομοῦντας τῶν ἰδιωτῶν ὑπὸ λατρῶν θεραπεύεσθαι, ὡσθ' οἱ μὲν τὰ σώματα θεραπείας ἡξίωσαν, οὗ δὲ τὰς ψυχὰς τὰς ὑπ' ἀπαιδευσίας ἐνοχλουμένας ἐθεράπευσεν, κάκεινον μὲν τῶν λατρῶν εὐχόμεθα μηδέποτε χρεῖαν ἔχειν, τοὺς δὲ τῆς παιδείας διδασκάλους ἐπιθυμοῦμεν ἀπαντα τὸν χρόνον συνδιατρίβειν. — 25 Diodorus Siculus lib. XII cap. 15: ὁ δ' οὖν Χαρωνδὰς καὶ ἕτερόν τινα νόμον ἀποδοχῆς ἀξιοῦμενον ἔγραψε, τὸν περὶ τῆς τῶν ὀρφανῶν φυλακῆς. Οὗτος δ' ἐξεπιπολῆς μὲν θεωρούμενος οὐδὲν φαίνεται περιττὸν ἔχειν οὐδὲ ἀποδοχῆς ἀξίων, ἀναθεωρούμενος δὲ καὶ μετ' ἀκριβείας ἐξεταζόμενος μεγάλην ἔχει σπουδὴν καὶ δόξαν. Ἐγραψε γὰρ τῶν μὲν ὀρφανικῶν χρημάτων ἐπιτροπεύειν τοὺς ἀγχιστεύς τοὺς ἀπὸ πατρός, τρέφεσθαι δὲ τοὺς ὀρφανοὺς παρὰ τοῖς συγγενέσι τοῖς ἀπὸ μητρός. Αὐτὸθεν μὲν οὖν ὁ νόμος οὐδὲν δράσει περιέχων σαφὴν ἢ περιττόν, ἐξεταζόμενος δὲ κατὰ βάθος εὑρίσκεται δικαίως ἄν ἀξίως ἐπαίνου. Ζητουμένων γὰρ τῆς αἰτίας δι' ἣν ἄλλοις μὲν τὴν οὐσίαν ἐτέροις δὲ τὴν τῶν ὀρφανῶν τροφὴν ἐπίστευσεν, ἐκφαίνεται τις ἐπίνοια τοῦ νομοθέτου περιττή· οἱ μὲν γὰρ ἀπὸ μητρός συγγενεῖς οὐ προστάκεις τῇ κληρονομίᾳ τῶν ὀρφανῶν οὐχ ἐπιβουλεύσουσιν, οἱ δ' ἀπὸ τοῦ πατρὸς οἰκείῳ ἐπιβουλεύσαι μὲν οὐ δύνανται διὰ τὸ μὴ πιστευεῖσθαι τοῦ σώματος, τῆς δ' οὐσίας εἰς ἐκείνους καθιξούσης ἐὰν οἱ ὀρφανοὶ τελευτήσωσιν ἢ διὰ νόσον ἢ τινα ἄλλην περιστάσιν, ἀκριβέστερον οἰκονομησούσι τὰ χρήματα ὡς ἰδίας τὰς ἐκ τῆς τύχης ἐλπίδας ἔχοντας. — 26 Diodorus Siculus lib. XII, cap. 16: \"Ἔτερον δὲ ἔθηκε νόμον κατὰ τῶν λιπόντων τὴν ἐν πολέμῳ τάξιν ἢ τὸ σύνολον μὴ ἀναλαβόντων τὰ ὅπλα ὑπὲρ τῆς πατρίδος. Τῶν γὰρ ἄλλων νομοθετῶν κατὰ τῶν τοιούτων τελευτῶν θάνατον τὸ πρόστιμον, οὗτος προσέταξε τοὺς τοιούτους ἐν τῇ ἀγορᾷ ἐφ' ἡμέρας τρεῖς καθίσθαι ἐν ἐσθῆσι γυναικείαις. Ὁ δὲ νόμος οὗτος ἄμα μὲν φιλανθρωπότατός ἐστι τῶν παρὰ τοῖς ἄλλοις, ἄμα δὲ λελήθωσι τῷ μεγέθει τῆς ἀτιμίας ἀποτρέπει τοὺς ὁμοίως τοῦτοὺς τῆς ἀνανδρίας· κρεῖττον γὰρ ἔστιν ἀποθανεῖν ἢ τοιαύτης ὑβρεως ἐν τῇ πατρίδι πειρασθαι· ἄμα δὲ καὶ τοὺς ἀμαρτάνοντας οὐκ ἡφάνισεν, ἀλλὰ τῇ πόλει πρὸς τὰς πολεμικὰς χρείας ἐτήρησε, διορθωσομένους τῇ διὰ τῆς","prev":{"citation":"Paratexta 57.2","label":"57.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/mullach-fpg2/paratexta/57.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/mullach-fpg2/paratexta/57.2"},"next":{"citation":"Paratexta 58.2","label":"58.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/mullach-fpg2/paratexta/58.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/mullach-fpg2/paratexta/58.2"},"credit":{"text":"Mullach Fpg2, Paratexta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc002492","quality":"ocr"}}