{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Hero Et Leander 1-54","citation":"Musaeus Grammaticus, Hero Et Leander 1-54","ref":"1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/musaeus-grammaticus/hero-et-leander/1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/musaeus-grammaticus/hero-et-leander/1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/musaeus-grammaticus/hero-et-leander/1.md","author":{"name":"Musaeus Grammaticus","url":"https://interlinea.aeterna-institute.org/library/greek/musaeus-grammaticus"},"work":{"title":"Hero Et Leander","url":"https://interlinea.aeterna-institute.org/library/greek/musaeus-grammaticus/hero-et-leander","urn":"urn:cts:greekLit:tlg4082.tlg001"},"verse":true,"words":342,"text":"Εἰπέ, θεά, κρυφίων ἐπιμάρτυρα λύχνον Ἐρώτων\nκαὶ νύχιον πλωτῆρα θαλασσοπόρων ὑμεναίων\nκαὶ γάμον ἀχλυόεντα, τὸν οὐκ ἴδεν ἄφθιτος Ἠώς,\nκαὶ Σηστὸν καὶ Ἄβυδον, ὅπῃ γάμον ἔννυχον Ἡροῦς\nνηχόμενόν τε Λέανδρον ὁμοῦ καὶ λύχνον ἀκούω,\nλύχνον ἀπαγγέλλοντα διακτορίην Ἀφροδίτης,\nἩροῦς νυκτιγάμοιο γαμοστόλον ἀγγελιώτην,\nλύχνον, Ἔρωτος ἄγαλμα• τὸν ὤφελεν αἰθέριος Ζεὺς\nἐννύχιον μετ' ἄεθλον ἄγειν ἐς ὁμήγυριν ἄστρων\nκαί μιν ἐπικλῆσαι νυμφοστόλον ἄστρον Ἐρώτων,\nὅττι πέλεν συνέριθος ἐρωμανέων ὀδυνάων,\nἀγγελίην δ' ἐφύλαξεν ἀκοιμήτων ὑμεναίων,\nπρὶν χαλεπαῖς πνοιῇσιν ἀήμεναι ἐχθρὸν ἀήτην.\nἀλλ' ἄγε μοι μέλποντι μίαν συνάειδε τελευτὴν\nλύχνου σβεννυμένοιο καὶ ὀλλυμένοιο Λεάνδρου.\nΣηστὸς ἔην καὶ Ἄβυδος ἐναντίον ἐγγύθι πόντου.\nγείτονές εἰσι πόληες. Ἔρως δ' ἑὰ τόξα τιταίνων\nἀμφοτέραις πολίεσσιν ἕνα ξύνωσεν ὀιστόν\nἠίθεον φλέξας καὶ παρθένον. οὔνομα δ' αὐτῶν\nἱμερόεις τε Λέανδρος ἔην καὶ παρθένος Ἡρώ.\nἡ μὲν Σηστὸν ἔναιεν, ὁ δὲ πτολίεθρον ἀβύδου,\nἀμφοτέρων πολίων περικαλλέες ἀστέρες ἄμφω,\nεἴκελοι ἀλλήλοισι. σὺ δ', εἴ ποτε κεῖθι περήσεις,\nδίζεό μοί τινα πύργον, ὅπῃ ποτὲ Σηστιὰς Ἡρὼ\nἵστατο λύχνον ἔχουσα καὶ ἡγεμόνευε Λεάνδρῳ•\nδίζεο δ' ἀρχαίης ἁλιηχέα πορθμὸν Ἀβύδου\nεἰσέτι που κλαίοντα μόρον καὶ ἔρωτα Λεάνδρου.\nἈλλὰ πόθεν Λείανδρος Ἀβυδόθι δώματα ναίων\nἩροῦς εἰς πόθον ἦλθε, πόθῳ δ' ἐνέδησε καὶ αὐτήν;\nἩρὼ μὲν χαρίεσσα διοτρεφὲς αἷμα λαχοῦσα\nΚύπριδος ἦν ἱέρεια• γάμων δ' ἀδίδακτος ἐοῦσα\nπύργον ἀπὸ προγόνων παρὰ γείτονι ναῖε θαλάσσῃ,\nἄλλη Κύπρις ἄνασσα. σαοφροσύνῃ δὲ καὶ αἰδοῖ\nοὐδέποτ' ἀγρομένῃσι συνωμίλησε γυναιξὶν\nοὐδὲ χορὸν χαρίεντα μετήλυθεν ἥλικος ἥβης\nμῶμον ἀλευομένη ζηλήμονα θηλυτεράων,\n– καὶ γὰρ ἐπ' ἀγλαΐῃ ζηλήμονές εἰσι γυναῖκες –\nἀλλ' αἰεὶ Κυθέρειαν ἱλασκομένη Ἀφροδίτην\nπολλάκι καὶ τὸν Ἔρωτα παρηγορέεσκε θυηλαῖς\nμητρὶ σὺν οὐρανίῃ φλογερὴν τρομέουσα φαρέτρην.\nἀλλ' οὐδ' ὧς ἀλέεινε πυριπνείοντας ὀιστούς.\nΔὴ γὰρ Κυπριδίη πανδήμιος ἦλθεν ἑορτή,\nτὴν ἀνὰ Σηστὸν ἄγουσιν Ἀδώνιδι καὶ Κυθερείῃ.\nπασσυδίῃ δ' ἔσπευδον ἐς ἱερὸν ἦμαρ ἱκέσθαι,\nὅσσοι ναιετάασκον ἁλιστεφέων σφυρὰ νήσων,\nοἱ μὲν ἀφ' Αἱμονίης, οἱ δ' εἰναλίης ἀπὸ Κύπρου•\nοὐδὲ γυνή τις ἔμιμνεν ἀνὰ πτολίεθρα Κυθήρων,\nοὐ Λιβάνου θυόεντος ἐνὶ πτερύγεσσι χορεύων,\nοὐδὲ περικτιόνων τις ἐλείπετο τῆμος ἑορτῆς,\nοὐ Φρυγίης ναέτης, οὐ γείτονος ἀστὸς Ἀβύδου,\nοὐδέ τις ἠιθέων φιλοπάρθενος. ἦ γὰρ ἐκεῖνοι\nαἰὲν ὁμαρτήσαντες, ὅπῃ φάτις ἐστὶν ἑορτῆς,\nοὐ τόσον ἀθανάτοισιν ἄγειν σπεύδουσι θυηλάς,\nὅσσον ἀγειρομένων διὰ κάλλεα παρθενικάων.","prev":null,"next":{"citation":"Hero Et Leander 55-96","label":"Lines 55-96","url":"https://interlinea.aeterna-institute.org/library/greek/musaeus-grammaticus/hero-et-leander/55","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/musaeus-grammaticus/hero-et-leander/55"},"credit":{"text":"Musaeus Grammaticus, Hero Et Leander. Text: Open Greek Corpus, from Greek Wikisource, CC BY-SA 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://opengreek.org/read/ogc002493","quality":"proofread"}}