{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Hero Et Leander 141-182","citation":"Musaeus Grammaticus, Hero Et Leander 141-182","ref":"141","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/musaeus-grammaticus/hero-et-leander/141","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/musaeus-grammaticus/hero-et-leander/141","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/musaeus-grammaticus/hero-et-leander/141.md","author":{"name":"Musaeus Grammaticus","url":"https://interlinea.aeterna-institute.org/library/greek/musaeus-grammaticus"},"work":{"title":"Hero Et Leander","url":"https://interlinea.aeterna-institute.org/library/greek/musaeus-grammaticus/hero-et-leander","urn":"urn:cts:greekLit:tlg4082.tlg001"},"verse":true,"words":277,"text":"Κύπριδος ὡς ἱέρεια μετέρχεο Κύπριδος ἔργα•\nδεῦρ' ἴθι μυστιπόλευε γαμήλια θεσμὰ θεαίνης.\nπαρθένον οὐκ ἐπέοικεν ὑποδρήσσειν Κυθερείῃ,\nπαρθενικαῖς οὐ Κύπρις ἰαίνεται. ἢν δ' ἐθελήσῃς\nθεσμὰ θεῆς ἐρόεντα καὶ ὄργια κεδνὰ δαῆναι,\nἔστι γάμος καὶ λέκτρα. σὺ δ', εἰ φιλέεις Ἀφροδίτην,\nθελξινόων ἀγάπαζε μελίφρονα θεσμὸν Ἐρώτων.\nσὸν δ' ἱκέτην με κόμιζε καί, ἢν ἐθέλῃς, παρακοίτην,\nτόν σοι ἔρως ἤγρευσεν ἑοῖς βελέεσσι κιχήσας,\nὡς θρασὺν Ἡρακλῆα θοὸς χρυσόρραπις Ἑρμῆς\nθητεύειν ἐκόμισσεν Ἰαρδανίῃ ποτὲ νύμφῃ.\nσοὶ δέ με Κύπρις ἔπεμψε καὶ οὐ σοφὸς ἤγαγεν Ἑρμῆς.\nπαρθένος οὔ σε λέληθεν ἀπ' Ἀρκαδίης Ἀταλάντη,\nἥ ποτε Μειλανίωνος ἐρασσαμένου φύγεν εὐνὴν\nπαρθενίης ἀλέγουσα• χολωομένης δ' Ἀφροδίτης,\nτὸν πάρος οὐκ ἐπόθησεν, ἐνὶ κραδίῃ θέτο πάσῃ.\nπείθεο καὶ σύ, φίλη, μὴ Κύπριδι μῆνιν ἐγείρῃς.»\nὣς εἰπὼν παρέπεισεν ἀναινομένης φρένα κούρης\nθυμὸν ἐρωτοτόκοισι παραπλάγξας ἐνὶ μύθοις.\nΠαρθενικὴ δ' ἄφθογγος ἐπὶ χθόνα πῆξεν ὀπωπὴν\nαἰδοῖ ἐρευθιόωσαν ὑποκλέπτουσα παρειὴν\nκαὶ χθονὸς ἔξεεν ἄκρον ὑπ' ἴχνεσιν, αἰδομένη δὲ\nπολλάκις ἀμφ' ὤμοισιν ἑὸν συνέεργε χιτῶνα.\nπειθοῦς γὰρ τάδε πάντα προάγγελα• παρθενικῆς δὲ\nπειθομένης ποτὶ λέκτρον ὑπόσχεσίς ἐστι σιωπή.\nἤδη δὲ γλυκύπικρον ἐδέξατο κέντρον Ἐρώτων.\nθέρμετο δὲ κραδίην γλυκερῷ πυρὶ παρθένος Ἡρώ,\nκάλλεϊ δ' ἱμερόεντος ἀνεπτοίητο Λεάνδρου.\nὄφρα μὲν οὖν ποτὶ γαῖαν ἔχεν νεύουσαν ὀπωπήν,\nτόφρα δὲ καὶ Λείανδρος ἐρωμανέεσσι προσώποις\nοὐ κάμεν εἰσορόων ἁπαλόχροον αὐχένα κούρης.\nὀψὲ δὲ Λειάνδρῳ γλυκερὴν ἀνενείκατο φωνὴν\nαἰδοῦς ὑγρὸν ἔρευθος ἀποστάζουσα προσώπου•\n«Ξεῖνε, τεοῖς ἐπέεσσι ταχ' ἂν καὶ πέτρον ὀρίναις.\nτίς σε πολυπλανέων ἐπέων ἐδίδαξε κελεύθους;\nὤμοι, τίς σε κόμισσεν ἐμὴν εἰς πατρίδα γαῖαν•\nταῦτα δὲ πάντα μάτην ἐφθέγξαο. πῶς γὰρ ἀλήτης,\nξεῖνος ἐὼν καὶ ἄπιστος, ἐμοὶ φιλότητι μιγείης;\nἀμφαδὸν οὐ δυνάμεσθα γάμοις ὁσίοισι πελάσσαι•\nοὐ γὰρ ἐμοῖς τοκέεσσιν ἐπεύαδεν. ἢν δ' ἐθελήσῃς\nὡς ξεῖνος πολύφοιτος ἐμὴν εἰς πατρίδα μίμνειν,\nοὐ δύνασαι σκοτόεσσαν ὑποκλέπτειν Ἀφροδίτην.","prev":{"citation":"Hero Et Leander 97-140","label":"Lines 97-140","url":"https://interlinea.aeterna-institute.org/library/greek/musaeus-grammaticus/hero-et-leander/97","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/musaeus-grammaticus/hero-et-leander/97"},"next":{"citation":"Hero Et Leander 183-224","label":"Lines 183-224","url":"https://interlinea.aeterna-institute.org/library/greek/musaeus-grammaticus/hero-et-leander/183","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/musaeus-grammaticus/hero-et-leander/183"},"credit":{"text":"Musaeus Grammaticus, Hero Et Leander. Text: Open Greek Corpus, from Greek Wikisource, CC BY-SA 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://opengreek.org/read/ogc002493","quality":"proofread"}}