{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Fragmentum 1","citation":"Nicolaus, Fragmentum 1","ref":"1","level":null,"urn":"urn:cts:greekLit:tlg0481.tlg002:1","url":"https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-comic/fragmentum/1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicolaus-comic/fragmentum/1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-comic/fragmentum/1.md","author":{"name":"Nicolaus","url":"https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-comic"},"work":{"title":"Fragmentum","url":"https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-comic/fragmentum","urn":"urn:cts:greekLit:tlg0481.tlg002"},"verse":true,"words":270,"text":"Τὸ τῶν παρασίτων, ἄνδρες, ἐξεῦρεν γένος\nΔιὸς πεφυκώς, ὡς λέγουσι, Τάνταλος.\nοὐ δυνάμενος δὲ τῇ τέχνῃ χρῆσθαι καλῶς\nἀκόλαστον ἔσχε γλῶσσαν, εἶτ' ἀκουσίῳ\nδίφρῳ περιπεσὼν δυναμένῳ λιμὸν ποιεῖν\nἀπὸ τῆς τραπέζης ἐξαπίνης ἀπεστράφη,\nἄφνω δὲ πληγεὶς εἰς μέσην τὴν γαστέρα\nἔδοξεν αὐτῷ γεγονέναι τἄνω κάτω,\nΣίπυλόν τε τοῦτον ἀνατετράφθαι τὸν τρόπον·\nκαὶ μάλα δικαίως· Φρὺξ γὰρ ὢν οὐχ ἱκανὸς ἦν\nτὴν τοῦ τρέφοντος εὖ φέρειν παρρησίαν.\nδιὸ δὴ τοιαύτης παντελῶς καχεξίας\nἐν τοῖς βίοις παρὰ πᾶσιν ἐζηλωμένης\nπικρῶς ἐπιπλῆξαι βούλομ', ἄνπερ νὴ Δία\nπαρρησίαν μοι δῶτε, τοὺς ἀσυμβόλους\nτἀλλότρια δειπνεῖν ἑλομένους ἄνευ πόνου.\nτί γὰρ μαθών, ἄνθρωπε, πρὸς τῶν δαιμόνων\nβούλει παρασιτεῖν; ἢ τί τῶν ἐν τῷ βίῳ\nξυνῆκας; εἶπον, ἄξιον γὰρ εἰδέναι·\nτίνος μαθητὴς γέγονας; αἵρεσιν τίνα\nζηλοῖς; ἀπὸ τίνων δογμάτων ὁρμώμενος\nτολμᾷς παρασιτεῖν; ἃ μόλις ἡμεῖς τὸν βίον\nἅπαντα κατατρίψαντες οὐδὲ νῦν ἔτι\nἀνεῳγμένην δυνάμεθα τὴν θύραν ἰδεῖν\nδιὰ τοὺς ἀναιδῶς τἀλλότρια μασωμένους.\nοὐ παντὸς ἀνδρὸς ἐπὶ τράπεζάν ἐσθ' ὁ πλοῦς.\nπλευρὰν ἔχειν πρώτιστον ἐν τούτοισι δεῖ,\nπρόσωπον ἰταμόν, χρῶμα διαμένον, γνάθον\nἀκάματον, εὐθὺς δυναμένην πληγὰς φέρειν.\nστοιχεῖα μὲν ταῦτ' ἐστὶ τῆς ὅλης τέχνης.\nἔπειτα δεῖ σκωπτόμενον ἐφ' ἑαυτῷ γελᾶν·\nαἰσχρὸν γὰρ οἶμαι δοῦλον εἶναι σκώμματος.\nἀπὸ τῶν ἐτῶν κλέπτει τις ἢ καὶ βάπτεται,\nθέλων καλὸς εἶναι, καὶ παρ' ἡλικίαν νοσεῖ·\nἔστω Γανυμήδης οὗτος ἀποθεούμενος·\nπρὸς χάριν ὁμίλει τοῦ τρέφοντος ἐπ' ὀλέθρῳ·\nπαρατάττεταί τις καὶ ποιεῖ πάντας νεκρούς\nδείπνῳ· σιωπῇ τοῦτον ὑπομυκτηρίσας\nεἰς τὴν τράπεζαν καὶ σὺ τὴν χολὴν ἄφες.\nοἶμαι δ' ἐμαυτὸν εὔθετον τῷ πράγματι,\nπαῖδες, γεγονέναι· πάντα γὰρ πρόσεστί μοι\nὅσα περ ἔχειν τἀλλότρια τὸν δειπνοῦντα δεῖ,\nλιμός, ἀπόνοια, τόλμα, γαστήρ, ἀργία.\nκαὶ νῦν μ' ὁ Λυδῶν τῶν πολυχρύσων ἄναξ\nσύνδειπνον αὑτῷ κέκρικεν εἶναι καὶ φίλον.","prev":{"citation":"Fragmentum Fragment tit","label":"Play Eif","url":"https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-comic/fragmentum/Fragment%20tit","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicolaus-comic/fragmentum/Fragment%20tit"},"next":null,"credit":{"text":"Nicolaus Comic., Fragmentum. Text: CLLG Freed Corpus (Inria), via The Greek Library, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0481.tlg002.local001/","quality":"proofread"}}