{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Argonautica 62.1-63.18","citation":"Orphica, Argonautica 62.1-63.18","ref":"62.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/orphica/argonautica/62.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/orphica/argonautica/62.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/orphica/argonautica/62.1.md","author":{"name":"Orphica","url":"https://interlinea.aeterna-institute.org/library/greek/orphica"},"work":{"title":"Argonautica","url":"https://interlinea.aeterna-institute.org/library/greek/orphica/argonautica","urn":"urn:cts:greekLit:tlg0579.tlg002"},"verse":false,"words":310,"text":"48 ΑΡΓΟΝΑΥΤΙΚΑ. αὔραις δ᾽ ἀμφ᾽ ἱερῆσι Λιωνίσοιο ἄνακτος 1250 μίμνουμεν ἑσπέριοι· δαυτὸς γὰρ ἐδεύετο θυμός. 1245 ῥῦμος δ᾽ ἀντολίῃσιν ἐχειρέτο φωσφόρος αἴγλη, ὄρθριοι εἰρεσίαις γλανὴν ἔχαράσσομεν ἅλιμην, Σαρδῶν δ᾽ ἰζόμεσθα βυθὸν κόλπους τε Λατίνων νήσους τ᾽ Αὐσονίας, Τυρρηνάς θ᾽ ἰζόμεθ᾽ ἀκτάς. 1255 αὐτὰρ ἐπεὶ Λιλύβαιον * * ἥκετα πορθμόν 1250 τριγλώχινά τε νῆσον ἐπέσχομεν Ἐγχελάδιο, Αἰτναίη τὸν φλόξ κατερητύει μεμαῶτα· δὴ τόθ᾽ ὑπὸ πρῴρης ὀλοὺν περιέζεν ὕδωρ νειόθεν, ἐκ μυχάτου δὲ βυθοῦ βοίδησε Χάρυβδις 1260 κύματι καχλάζοντι καὶ ἱστίον ἄκρον ἵκανε. 1255 νῆα δ᾽ ἄρ᾽ αὐτόθι οἱ κάτεχεν ῥόος, οὐδὲ μιν εἴα προσπροθέειν, οὐδ᾽ αὖτις ἀναρρώσασθαι ὀπίσσω, κοίλῃ ἐπὶ λυγρῷ δὲ περιστροφάδην ἀλάλητο. ἢ τάχα καὶ δύσεσθ᾽ Ἄργῳ κατὰ βένθε᾽ ἐμελλεν, 1265 εἰ μὴ πρεσβίστη θυγάτηρ ἁλίου γέροντος 1260 εὐρυβίην Πηλῆα πόσιν λελίπτο ἰδέσθαι. μελιχὴ δ᾽ ἐκδυτο βυθοῦ καὶ ὕσατ᾽ ὀλέθρον Ἀργῴην ἄκατον καὶ ὑπ᾽ Ἴλιος ἐξεσάωσε. δὴ τότε οἱ πλάοντες ἐπέσχομεν οὐ μᾶλα τηλοῦ 1270 προβλῆτα σκόπελον· πέτρη δ᾽ ἐφύτερθεν ἀπορρώς 1265 λισσοῖς χρημόνεσσιν ἐπιθρώσκουσα βιᾶται πόντον ἔσω, χαροπὸν δ᾽ ἄρ᾽ ὑποβρέμει ἐνδοθι κύμα. ἐνθα δ᾽ ἐφεζόμεναι λιγυρὴν ὕπα γηρύουσι κοῦραι, ἀνοστήτους δὲ βροτῶν θέλγουσιν ἀκουάς. 1275 ΑΡΙΓΟΝΑΥΤΙΚΑ. δὴ τότε οἱ Μινύῃσιν ἐφήνδανε πύστις ἀοιδῆς 1270 Σειρήνων· οὐδὲ σφι παραπλώσεσθαι ἔμελλον φθογγὴν οὐλομένην, χειρῶν δὲ οἱ ἧκαν ἐρετμά· Ἀχαιὸς δ’ ἴθυνεν ἐπὶ προβλῆτα κολωνόν, (1280) εἰ μὴ ἐγὼ φόρμιγγα τιταινόμενος παλάμῃσι μητρὸς ἐμῆς ἐκέρασσ’ εὐτερπέα κόσμον ἀοιδῆς. 1275 ἤειδον δὲ λιγὺ κλάζων ὅπὶ θέσκελον ὕμνον, ὡς ποτὲ οἱ δήρισαν ἀελλοπόδων ὑπὲρ ἵππων Ζεὺς ὑψιβρεμέτης καὶ πόντιος Ἐννοσίγαιος· (1285) αὐτὰρ κυανοχαῖτα χολωσάμενος Διὶ πατρὶ τύψε Λυκαονίην γαῖαν χρυσέῳ τριόδοντι 1280 καὶ ὃα καταΐγδην σκέδασεν κατ’ ἀπείρονα πόντον νήσους εἰναλίας ἔμεναι, τὰς οἱ ὀνόμηραν Σαρδώ τ’ Εὔβοιαν τ’, ἐπὶ δ’ αὐ Κύπρον ἠρεμόεσσαν. (1290) Δὴ τότε φορμίζοντος ἀπὸ σκοπέλου νιφόεντος Σειρῆνες θάμβησαν, ἣν δ’ ἄμπανσαν ἀοιδήν· 1285 καὶ ὅ ἡ μὲν λωτοὺς, ἡ δ’ αὐ χέλυν ἔκβαλε χειρῶν, δεινὰ δ’ ἀνεστονάρησαν, ἐπεὶ πότμος ἤλυθε λυγρὸς μοιριδίου θανάτου· ἀπὸ δὲ σφέας ῥωγάδος ἄκρης (1295)","prev":{"citation":"Argonautica 58.18-60.27","label":"58.18 to 60.27","url":"https://interlinea.aeterna-institute.org/library/greek/orphica/argonautica/58.18","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/orphica/argonautica/58.18"},"next":{"citation":"Argonautica 63.21-65.8","label":"63.21 to 65.8","url":"https://interlinea.aeterna-institute.org/library/greek/orphica/argonautica/63.21","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/orphica/argonautica/63.21"},"credit":{"text":"Orphica, Argonautica. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc003641","quality":"ocr"}}