{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Argonautica 65.11-66.21","citation":"Orphica, Argonautica 65.11-66.21","ref":"65.11","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/orphica/argonautica/65.11","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/orphica/argonautica/65.11","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/orphica/argonautica/65.11.md","author":{"name":"Orphica","url":"https://interlinea.aeterna-institute.org/library/greek/orphica"},"work":{"title":"Argonautica","url":"https://interlinea.aeterna-institute.org/library/greek/orphica/argonautica","urn":"urn:cts:greekLit:tlg0579.tlg002"},"verse":false,"words":263,"text":"ἀλλ’ οὔ οἱ βουλή Μινίᾶς λάθεν· αἶψα γὰρ Ἥρη δυωὶ δέμας εἰκυῖα θοῶς φάτο καὶ κατένευσε 1340 νῆσος ἐπὶ προθαρσοῦσα τὰ οἱ μήτιον ἄρακτες. δὴ τότε Μηδείῃ θαλάμων πορσύνετο λέκτρον πρύμνη ἐπ’ ἀκροτάτῃ, περὶ δ’ ἐστορέσαντο χαμεῖνας 1335 ἀμφ’ εὐνὴ χρύσεον ἐφασπλώσαντες ἄωτον. αὐτὰρ ἐπεὶ δοράτεσσιν ἐπαρτήσαντο βοείας 1345 τεύχεά τε κρύπτοντες γάμων αἰδήσιμον ἔργον, καὶ τότε παρθενίης νοσφίζετο κοῦριον ἄνθος αἰόγαμος Μήδεια δυσαινῆτοις ἐμεναίοις. 1340 αὐτὰρ ἐπεὶ βασιλῆος ἀμίμορος ὄψιν ἵκοντο Κόλχοι καὶ Μινύαι καὶ ἐμυθήσαντο ἕκαστα, 1350 ἐκ δ’ ἔλαχ’ Αἰσονίδης ἄλοχον Μήδειαν ἄγεσθαι Ἀλκινοόν, τοὶ δ’ ὥκα λίοντ’ ἐν πείσματα νῆσον· δὴ τόθ’ ὑπ’ εἰρεσίῃσι θέεν πολυηρόρος Ἀργώ 1345 Ἀμπρακίου κόλποιο διαπρήσσουσα κέλευθα. ἔνθα τί σοι, Μουσαῖε θεηγενές, ἐξαγορεύσω, 1355 ὅσσα πάθον Μινύῃσι δμοῦ ποτὶ Σίρτιν ἀήταις ΑΡΓΟΝΑΥΤΙΚΑ. ἥδ’ ὡς ἐξεσάωθεν ἁλιπλάγκτοιο πορείης· ὅσσα τ’ ἄφ’ ἐν Κρήτῃ πᾶθον ἄλγεα τετληῶτες, χάλκειον τριγίγαντα δοκεύμενον ὄφρ’ ἰκόμεσθα, ὅς ῥά οἱ οὐκ εἷα λιμένων ἔντοσθεν ἱκέσθαι. ἥδ’ ὡς θεινόμενοι βαρυηχέι κύματι πόντου ἔμφα τε κυανέῃσι βαρυνόμενοι νεφέλῃσιν ἠλπόμεθα σκοπέλοισιν Μελαντίοισιν ἔχεσθαι νῆα θοήν. Παιὰν δ’ ἄφ’ ἐκβέλος ἀγχόθι ναίων Ἄηλον ἄπὸ κραναῆς ἦκεν βέλος, ἐκ δ’ ἀνέφηρε μεσσάτιον Σποράδων· Ἀνάφην δέ ἐ πάντες ὀπίσσω νῆσον ἐπικληζοῦσι περιιχτίονες ἄνθρωποι. ἀλλ’ οὐ οἱ θέμις ἔσχε διαπτερὲς ἐξ ἁλὸς ἐξαι Αἰσονίδην. πέρι γὰρ ῥα λύθρον φέρεν· ἄλτο δ’ ὀπίσσω Μοῖρ’ ὀλοή· κότεεν γὰρ ἐπικρατέως Ὑπερίων. ἀλλ’ ὄφ’ ὑπ’ εἰρεσίαις Μαλεήτιδας ἰκόμεθ’ ἄκρας, Κίρκης ἐννεσίησιν ἀπορρύψεσθαι ἔμελλον ἄρας τ’ Αἰήτεω καὶ νηλιτόποινον Ἐριννύν· δὴ τότε ἐγὼ Μινύαις εὔερα λύτρα καθαρμῶν δῆξα καὶ ἐλλισάμην γαιήχορον Ἐννοσίγαιον νόστον ἐπειγομένοις δόμεναι γλυκεροὺς τε τοκῆας. Καὶ ῥ’ οἱ μὲν πλάοντες ἐϋκτιμένην ἐπ’ Ἰωλκὸν θῦνον· ἐγὼ δ’ ἰκόμεν ἐπὶ Ταίναρον ἠρεμόντα,","prev":{"citation":"Argonautica 63.21-65.8","label":"63.21 to 65.8","url":"https://interlinea.aeterna-institute.org/library/greek/orphica/argonautica/63.21","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/orphica/argonautica/63.21"},"next":{"citation":"Argonautica 66.24","label":"66.24","url":"https://interlinea.aeterna-institute.org/library/greek/orphica/argonautica/66.24","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/orphica/argonautica/66.24"},"credit":{"text":"Orphica, Argonautica. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc003641","quality":"ocr"}}