{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Hymni 72.21-74.5","citation":"Orphica, Hymni 72.21-74.5","ref":"72.21","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/orphica/hymni/72.21","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/orphica/hymni/72.21","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/orphica/hymni/72.21.md","author":{"name":"Orphica","url":"https://interlinea.aeterna-institute.org/library/greek/orphica"},"work":{"title":"Hymni","url":"https://interlinea.aeterna-institute.org/library/greek/orphica/hymni","urn":"urn:cts:greekLit:tlg0579.tlg001"},"verse":false,"words":297,"text":"εὐμενέας ἐλθεῖν κεχαρμένον ἦτορ ἔχοντας τήνδε θνητολίην ἱερὴν σπονδήν τ᾽ ἐπὶ σεμνήν. Εὐνοδίην Ἑκάτην κλίζω, τριοδίτιν, ἐρεμνὴν, οὐρανίην χθονίην τε καὶ εἰναλίην, κροκόπεπλον, τυμβιδίην, ψυχαῖς νεκίων μετασχετεύουσαν, Πέρσειαν, φιλέρημον, ἀγαλλομένην ἐλάφοισι, νυκτερίην, σκυλακίτιν, ἀμαιμάκετον βασιλείαν, θηρόβρομον, ἄζωστον, ἀτρόσμαχον εἴδος ἔχουσαν, τανθρωπολόγον, παντὸς κόσμου ἀληθοῦχον ὑπαύσαν, ἡγεμόνην, νύμφην, κοινοτρόφον, οἰκαιοθροῖτιν, λυσσομένοις ζούρην τελεταῖς δοιῇσι παρεῖναι βουκόλῳ εὐμενέουσαν ἀεὶ κεχαρηότι Ὁμῖψ. II ΠΡΟΘΥΡΑΙΑΣ, θυμίαμα στίραχα. Κλῦθι μοι, ὦ πολύσεμνε Θεά, πολυώνυμε δαίμων, ὠδίνων ἐπαρωγέ, λεχῶν ἡδεῖα πρόσοιμ, θηλειῶν σάτειρα, μόνη φιλόπαις, ἀγανόφρον, ἀκυλίχεια, παροῦσ’ ἀνίαις θνητῶν, Προθυραία, ἀληθοῦχ’, ἐπάντητε, φιλοτρόφε, πᾶσι προσηνές, ἥ κατέχεις οἴκους πάντων θαλίαις τε γέγηθας, λυσίζων’, ἀφανής, ἔχοισι δὲ φαίνη ἅπασι, συμπάσχεις ὠδίοις καὶ εὐτοκίῃσι γέγηθας, Εἰλειθὺνία, λύουσα πόνους δειναῖς ἐν ἀνάγκαις· μόνην γὰρ σε καλοῦσι λεχοί, ψυχῆς ἀνάπνευμα· ἐν γὰρ σοι τοκετῶν λαθιχηδέες εἰσὶν ἀνῖαι. Ἄρτεμις Εἰλειθύνια, καὶ ἡ σεμνὴ Προθυραία, κλῦθι μάκαιρα, δίδου δὲ γονὰς ἐπαρωγὲς ἐοῦσα καὶ σῶζ’, ὥσπερ ἔφυς αἰεὶ σώτειρα προπάντων. III ΝΥΚΤΟΣ, θυμίαμα δαλούς. Νύκτα θεῶν γενέτειραν ἀείσομαι ἥδὲ καὶ ἀνδρῶν. Νὺξ γένεσις πάντων, ἣν καὶ Κύπριν καλέσωμεν. κλῦθι μάκαιρα Θεά, κυαναυγής, ἀστεροφεγγές, ἠσυχίῃ χαίρουσα καὶ ἠρεμίῃ πολυύπνω, εὐφροσύνη, τεφπνή, φιλοπάννυχε, μήτερ ὀνειρώων, λυσμέριμν’, ἀγαθὴν τε πόνων ἀνάπαυσιν ἔχουσα, ὑπνοδότειρα, φίλη πάντων, ἐλάσιππε, νυχαυγές, ἡμιτελές, χθονίῃ ἥδ’ οὐρανίῃ πάλιν αὐτή, δόσιαισι. Π. 4 παροῦσ’ ἀνίαις Ruhnken] παροῦσα νέαις. — 5 φιλοτρόφε Abel] φιλότροφε. — προσηνές Abel] προσηνής. — 11 λαθιχηδέες εἰσὶν ἄνιαι Abel] λυσίπημονές εἰσιν ἄνιαι. III. 3 κυαναυγές codd. — ἀστεροφεγγές Abel] ἀστεροφεγγής. — 6 λυσμέριμν’ Abel] ληθόμεριμν’. — ἀγαθὴν Pierson] ἀγαθή. — 7 νυχαυγές Abel] νυχαυγής. — 8 ἡμιτελές Abel] ἡμιτελής. — χθονία ἥδ’ οὐρανία codd., corr. Hermann. ἐγκυκλίη, παίγνιειρα διώρημασιν ἡρωφροίτοις, ἡ φάος ἐκπέμπεις ὑπὸ νέφτερα καὶ πάλιν φεύγεις εἰς Αἰθήρ· δεινὴ γὰρ ἀνάγκη πάντα κρατίνει. νῦν δέ, μάκαιρ’ ὦ Νῦξ, πολυόλβιε, πᾶσι ποθεινή, ἐάντητε, κλύουσα λόγων ἱκετηρίδα φωνὴν ἔλθοις εὐμενέουσα, φόβους δ’ ἀπόπεμπε νυχαργεῖς. IV ΟΥΡΑΝΟΥ, θυμίαμα λίβανον. Οὐρανὲ παγγενέτωρ, κόσμου μέρος αἰὲν ἀπειρὲς,","prev":{"citation":"Hymni 71.1-72.18","label":"71.1 to 72.18","url":"https://interlinea.aeterna-institute.org/library/greek/orphica/hymni/71.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/orphica/hymni/71.1"},"next":{"citation":"Hymni 74.9-75.27","label":"74.9 to 75.27","url":"https://interlinea.aeterna-institute.org/library/greek/orphica/hymni/74.9","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/orphica/hymni/74.9"},"credit":{"text":"Orphica, Hymni. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc003642","quality":"ocr"}}