{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Testimonia 1.134.4-1.136.2","citation":"Parmenides, Testimonia 1.134.4-1.136.2","ref":"1.134.4","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/parmenides/testimonia/1.134.4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/parmenides/testimonia/1.134.4","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/parmenides/testimonia/1.134.4.md","author":{"name":"Parmenides","url":"https://interlinea.aeterna-institute.org/library/greek/parmenides"},"work":{"title":"Testimonia","url":"https://interlinea.aeterna-institute.org/library/greek/parmenides/testimonia","urn":"urn:cts:greekLit:tlg1562.tlg001"},"verse":false,"words":285,"text":"μοῦνος δ᾽ ἐπὶ μῦθος ὁδοῖο λείπεται ὡς ἐστιν· ταύτῃ δ᾽ ἐπὶ σήματ᾽ ἕασι πολλὰ μᾶλ᾽, ὡς ἀγέννητον ὄν καὶ ἀνώλεθρόν ἐστιν οὐδὲ ποτ’ ἐκ μὴ ὄντος ἐφήσει πίστιος ἰσχύς γίγνεσθαι τι παρ’ αὐτό· τοῦ εἵνεκεν οὔτε γενέσθαι οὐτ’ ὀλλυσθαι ἀνῆκε δίκη χαλάσασα πέδησιν, ἀλλ’ ἔχει· ἡ δὲ κρίσις περὶ τούτων ἐν τῷιδ’ ἔστιν· ἔστιν ἢ οὐκ ἔστιν· κέκριται δ’ οὖν, ὥσπερ ἀνάγκη, τὴν μὲν ἐὰν ἀνόητον ἀνώνυμον (οὐ γὰρ ἀληθὴς ἔστιν ὁδός), τὴν δ’ ὥστε πέλειν καὶ ἐτήτυμον εἶναι. πῶς δ’ ἂν ἔπειτα πέλοι τὸ ὄν; πῶς δ’ ἂν κε γένοιτο; εἰ γὰρ ἔγεντ’, οὐκ ἔστ(ι), οὐδ’ εἰ ποτε μέλλει ἔσεσθαι. τῶς γένεσις μὲν ἀπέσβεσται καὶ ἄπυστος ὀλεθρος. οὐλόν μουνογενές τε καὶ ἀτρεμὲς ἢδ’ ἀτέλεστον· οὐδὲ ποτ’ ἦν οὐδ’ ἔσται, ἐπεὶ νῦν ἔστιν ὁμοῦ πᾶν, ἕν, συνεχές· τίνα γὰρ γένναν διζήσῃ αὐτοῦ; πῇι πόθεν αὐξηθέν; * * * οὐτ’ ἐκ μὴ ὄντος ἕάσσω φάσθαι σ’ οὐδὲ νοεῖν· (οὐ γὰρ φατὸν οὐδὲ νοητόν ἔστιν ὅπως οὐκ ἔστι. τί δ’ ἂν μιν καὶ χρέος ὥρσεν ὑστερον ἢ πρόσθεν, τοῦ μηδενὸς ἀρξάμενον, φύν; οὕτως ἢ πᾶμπαν πελέναι χρεῶν ἔστιν ἢ οὐχί. οὐδὲ διαιρετὸν ἔστιν, ἐπεὶ πᾶν ἔστιν ὁμοῖον· πείρατος ἐν δεσμοῖσις ἔχει, τό μιν ἀμφὶς ἔέργει. οὖνεκεν οὐκ ἀτελεύτητον τὸ ἐὸν θέμις εἶναι· ἔστι γὰρ οὐκ ἐπίδεύες, [μή] ἐὸν δ᾽ ἄν παντὸς ἐδεῖτο. ταυτόν δ᾽ ἐστὶ νοεῖν τε καὶ οὖνεκέν ἐστι νόημα. 35 οὐ γὰρ ἄνευ τοῦ ἐόντος, ἐν ᾧ πεφρατισμένον ἐστίν, εὑρήσεις τὸ νοεῖν· οὐδὲν γὰρ ἔστιν ἢ ἔσται ἄλλο πᾶρεξ τοῦ ἐόντος, ἐπεὶ τό γε Μοῖρ᾽ ἐπέδησεν ζύλον ἀκίνητόν τ᾽ ἔμεναι· τῶι πάντ᾽ ὄνομ(α) ἔσται ὅσσα βροτοὶ κατέθεντο πεποιθότες εἶναι ἀληθῆ, οὐδὲ τὶ τῇ μᾶλλον, τό κεν εἴργοι μιν συνέχεσθαι, οὐδὲ τὶ χειρότερον, πᾶν δ᾽ ἐμπλεόν ἐστιν ὄντος. 25 τῷι ἑυνεχὲς πᾶν ἔστιν· ἐὸν γὰρ ἐόντι πελάζει.","prev":{"citation":"Testimonia 1.134.1","label":"1.134.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/parmenides/testimonia/1.134.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/parmenides/testimonia/1.134.1"},"next":{"citation":"Testimonia 1.136.5-1.138.16","label":"1.136.5 to 1.138.16","url":"https://interlinea.aeterna-institute.org/library/greek/parmenides/testimonia/1.136.5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/parmenides/testimonia/1.136.5"},"credit":{"text":"Parmenides, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc002680","quality":"ocr"}}