{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Incertorum fragmenta 8a","citation":"Parodica Anonyma, Incertorum fragmenta 8a","ref":"8a","level":null,"urn":"urn:cts:greekLit:tlg1801.tlg001:8a","url":"https://interlinea.aeterna-institute.org/library/greek/parodica-anonyma/incertorum-fragmenta/8a","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/parodica-anonyma/incertorum-fragmenta/8a","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/parodica-anonyma/incertorum-fragmenta/8a.md","author":{"name":"Parodica Anonyma","url":"https://interlinea.aeterna-institute.org/library/greek/parodica-anonyma"},"work":{"title":"Incertorum fragmenta","url":"https://interlinea.aeterna-institute.org/library/greek/parodica-anonyma/incertorum-fragmenta","urn":"urn:cts:greekLit:tlg1801.tlg001"},"verse":true,"words":261,"text":"ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλοβοτείρῃ,\nἄλλοτε δʼ ἀίξασκε μετήορα· τοὶ δὲ θεαταὶ\nθώκοις ἐν σφετέροις οὔθʼ ἕστασαν οὐδὲ κάθηντο\nχλωροὶ ὑπαὶ δείους πεφοβημένοι, οἱ δʼ ὑπὸ νείκης\nἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι\nχεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστοι.\nἠύτε περ κλαγγὴ γεράνων πέλει ἠεροφώνων\nὣς ἐπεὶ οὖν ξῦθόν τʼ ἔπιον καὶ ἀθέσφατον οἶνον,\nκλαγγῇ τοί γε πέτονται ἐπὶ σταδίοιο κελεύθου.\nοἱ δʼ, ὥστε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν,\nοὖλον κεκλήγοντες, ὅτε προίδωσιν ἰόντα\nἵππον, ὃς ἀνθρώποισι πόνον φέρει ἠλιθίοισιν,\nὣς οἱ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ἔπιπτον.\nὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλῳάς,\nὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ,\nπάντῃ δʼ εἰλυφόων ἄνεμος φέρει, οἱ δέ τε θάμνοι\nπρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·\nὣς οἱ μὲν μάρναντο πυρὸς δέμας, οὐδέ κε φαίης\nοὐδέ ποτʼ ἠέλιον σόον ἔμμεναι οὔτε σελήνην.\nοἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν,\nἀνδρῶν κουφονόων φιλαεθλοτάτων ἀγερώχων.\nἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς.\nὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·\nοἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο,\nτί πτώσσεις; τί δʼ ὀπιπτεύεις κατὰ τέρμʼ ἐν ἀγῶνι;\nεἰ δʼ ἄγε νῦν πείρησαι, ἵνα κναφθεὶς ἀποτίνῃς.ʼ\nτὸν δʼ αὖθʼ Ἱπποκόων ἀπαμειβόμενος προσέειπε·\nτέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·\nἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.\nτὸν δʼ ἄρʼ ὑπὸ ζυγόφιν προσέφη πόδας αἰόλος ἵππος·\nοὐχ ὁράᾳς, οἷος κἀγὼ καλός τε μέγας τε;\nἀλλʼ ἔπι τοι κἀμοὶ θάνατος καὶ Μοῖρα κραταιή.\nαἲ γάρ πως ὑμᾶς γε καὶ αὐτοὺς ἐνθάδε πάντας\nὁπλήεντας ἔθηκε θεὰ λευκώλενος Ἥρη,\nὡς μή μοι τρύζητε καθήμενοι ἄλλοθεν ἄλλος.\nὣς ἔφαθʼ· οἱ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι.","prev":{"citation":"Incertorum fragmenta 7","label":"Fragment 7","url":"https://interlinea.aeterna-institute.org/library/greek/parodica-anonyma/incertorum-fragmenta/7","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/parodica-anonyma/incertorum-fragmenta/7"},"next":{"citation":"Incertorum fragmenta 8b","label":"Fragment 8b","url":"https://interlinea.aeterna-institute.org/library/greek/parodica-anonyma/incertorum-fragmenta/8b","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/parodica-anonyma/incertorum-fragmenta/8b"},"credit":{"text":"Parodica Anonyma, Incertorum fragmenta, ed. Paul Brandt. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1801.tlg001.local001/","quality":"proofread"}}