{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Fragmenta 154.3","citation":"Persaeus, Fragmenta 154.3","ref":"154.3","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/persaeus/fragmenta/154.3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/persaeus/fragmenta/154.3","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/persaeus/fragmenta/154.3.md","author":{"name":"Persaeus","url":"https://interlinea.aeterna-institute.org/library/greek/persaeus"},"work":{"title":"Fragmenta","url":"https://interlinea.aeterna-institute.org/library/greek/persaeus/fragmenta","urn":"urn:cts:greekLit:tlg1574.tlg001"},"verse":false,"words":263,"text":"451 Athenaeus XIII 607a. καίτοι Περσαίου τοῦ Κιτιέως ἐν τοῖς Συμποτικοῖς Ὑπομνήμασιν βούοντος καὶ λέγοντος περὶ ἀφροδισίων ἀμοστὸν εἶναι ἐν τῷ οἴνῳ μνείαν ποιεῖσθαι· καὶ γὰρ πρὸς ταῦτα ἡμᾶς ὅταν ὑποπίωμεν ἐπιφέρετς εἶναι. καὶ ,,ἐνταῦθα τοὺς μὲν ἡμέρως τε καὶ μετριῶς αὐτοῖς χρωμένους ἐπαίνειν δεῖ, τοὺς δὲ θηριωδῶς καὶ ἀπλήστως ψέγειν.“ καὶ ,,εἰ διαλεκτικοὶ συνελθόντες εἰς πότον περὶ συλλογισμῶν διαλέγουντο, ἀλλοτρίως ἂν αὐτοὺς ὑπολάβοι τις ποιεῖν τοῦ παρόντος καιροῦ“ καὶ ,,ὁ καλὸς κάγαθὸς ἄνηρ μεθυσθείη ἂν· οἱ δὲ βουλόμενοι σωφρονικοὶ εἶναι σφόδρα μέχρι τινὸς διατηροῦσιν ἐν τοῖς πότοις τὸ τοιοῦτον· εἴθ’ ὅταν παραφύῃ τὸ οἴνάριον, τὴν πᾶσαν ἀσχημοσύνην ἐπιδείκνυνται. ὁ καὶ πρῶην ἐγένετο ἐπὶ τῶν ἐξ Ἀχαδίας θεωρῶν πρὸς Ἀντίγονον παραγενομένων. ἐκεῖνοι [τε] γὰρ ἡρίστουν σφόδρα σκυθρωπῶς καὶ εὐσχημόνως, ὡς ᾠόντο, οὐχ ὅτι ἡμῶν τινὰ προσβλέποντες, ἀλλ’ οὐδὲ ἀλλήλους. ὡς δὲ ὁ πότος προέβαινεν καὶ εἰσῆλθεν ἄλλα τε ἄκροάματα καὶ αἱ Θετταλαὶ αὐταὶ ὀρχηστροίδες, καθάπερ αὐταῖς ἔθος ἐστίν, ἐν ταῖς διαζώστραις γυμναὶ ὠρχοῦντο, οὐκ ἔτι κατεῖχον αὐτοὺς οἱ ἄνδρες, ἀλλὰ ἐκ τῶν κλινῶν ἀνῴρμων καὶ ἔβδον ὡς θαυμαστὸν τι θέαμα θεώμενοι· καὶ μακάριον τὸν βασιλέα ἀπεκάλουν, ὅτι ἐξεστὶν αὐτῷ τούτων ἀπολαύειν, καὶ ἕτερα τούτοις παραπλήσια πᾶνν πολλὰ τῶν φορτικῶν ἐποίουν. τῶν φιλοσόφων δὲ τις συμπίνων ἡμῖν, εἰσελθούσης ἀυλητρίδος καὶ οὐσης εὐρυχωρίας παρ’ αὐτῷ, βουλομένης τῆς παιδίσκης παρακαθίσαι οὐκ ἐπέτρεψεν, ἀλλὰ σκληρὸν αὐτὸν εἰσήγεν. εἴθ’ ὕστερον πωλουμένης τῆς αὐλητρίδος, καθάπερ ἔθος ἐστὶν ἐν τοῖς πότοις γίγνεσθαι, ἐν τε τῷ ἀγοράζειν πᾶνν νεανικὸς ἦν καὶ τῷ πωλοῦντι, ἄλλῳ τινὶ θάττον προσθέντι, ἡμφισβῆτει καὶ οὐκ ἔφη αὐτὸν πεπραχέναι· καὶ τέλος εἰς πυγμὰς ἦλθεν ὁ σκληρὸς ἐκεῖνος φιλόσοφος καὶ ἐν ἀρχῇ οὐδ’ ἂν παρακαθίσαι ἐπιτρέπων τῇ αὐλητρίδι.“","prev":{"citation":"Fragmenta 154.1","label":"154.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/persaeus/fragmenta/154.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/persaeus/fragmenta/154.1"},"next":{"citation":"Fragmenta 154.4","label":"154.4","url":"https://interlinea.aeterna-institute.org/library/greek/persaeus/fragmenta/154.4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/persaeus/fragmenta/154.4"},"credit":{"text":"Persaeus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc002706","quality":"ocr"}}