{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Protagoras 332","citation":"Plato, Protagoras 332","ref":"332","level":null,"urn":"urn:cts:greekLit:tlg0059.tlg022:332","url":"https://interlinea.aeterna-institute.org/library/greek/plato/text-30/332","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plato/text-30/332","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/plato/text-30/332.md","author":{"name":"Plato","url":"https://interlinea.aeterna-institute.org/library/greek/plato"},"work":{"title":"Protagoras","url":"https://interlinea.aeterna-institute.org/library/greek/plato/text-30","urn":"urn:cts:greekLit:tlg0059.tlg022"},"verse":false,"words":320,"text":"ΣΩ. οὐ πάνυ, ἔφη, οὕτως, οὐ μέντοι οὐδὲ αὖ ὡς σύ μοι δοκεῖς οἴεσθαι.—ἀλλὰ μήν, ἔφην ἐγώ, ἐπειδὴ δυσχερῶς δοκεῖς μοι ἔχειν πρὸς τοῦτο, τοῦτο μὲν ἐάσωμεν, τόδε δὲ ἄλλο ὧν ἔλεγες ἐπισκεψώμεθα. ἀφροσύνην τι καλεῖς;—ἔφη.—τούτῳ τῷ πράγματι οὐ πᾶν τοὐναντίον ἐστὶν ἡ σοφία;—ἔμοιγε δοκεῖ, ἔφη.—πότερον δὲ ὅταν πράττωσιν ἅνθρωποι ὀρθῶς τε καὶ ὠφελίμως, τότε σωφρονεῖν σοι δοκοῦσιν οὕτω πράττοντες, ἢ τοὐναντίον ;—σωφρονεῖν, ἔφη.—οὐκοῦν σωφροσύνῃ σωφρονοῦσιν;—ἀνάγκη.—οὐκοῦν οἱ μὴ ὀρθῶς πράττοντες ἀφρόνως πράττουσιν καὶ οὐ σωφρονοῦσιν οὕτω πράττοντες;—συνδοκεῖ μοι, ἔφη.—τοὐναντίον ἄρα ἐστὶν τὸ ἀφρόνως πράττειν τῷ σωφρόνως;—ἔφη.—οὐκοῦν τὰ μὲν ἀφρόνως πραττόμενα ἀφροσύνῃ πράττεται, τὰ δὲ σωφρόνως σωφροσύνῃ;—ὡμολόγει.—οὐκοῦν εἴ τι ἰσχύϊ πράττεται, ἰσχυρῶς πράττεται, καὶ εἴ τι ἀσθενείᾳ, ἀσθενῶς;—ἐδόκει.—καὶ εἴ τι μετὰ τάχους, ταχέως, καὶ εἴ τι μετὰ βραδυτῆτος, βραδέως;—ἔφη.—καὶ εἴ τι δὴ ὡσαύτως πράττεται, ὑπὸ τοῦ αὐτοῦ πράττεται, καὶ εἴ τι ἐναντίως, ὑπὸ τοῦ ἐναντίου;—συνέφη.—φέρε δή, ἦν δʼ ἐγώ, ἔστιν τι καλόν;—συνεχώρει.—τούτῳ ἔστιν τι ἐναντίον πλὴν τὸ αἰσχρόν;—οὐκ ἔστιν.—τί δέ; ἔστιν τι ἀγαθόν;—ἔστιν.—τούτῳ ἔστιν τι ἐναντίον πλὴν τὸ κακόν;—οὐκ ἔστιν.—τί δέ; ἔστιν τι ὀξὺ ἐν φωνῇ;—ἔφη.—τούτῳ μὴ ἔστιν τι ἐναντίον ἄλλο πλὴν τὸ βαρύ;—οὐκ ἔφη.—οὐκοῦν, ἦν δʼ ἐγώ, ἑνὶ ἑκάστῳ τῶν ἐναντίων ἓν μόνον ἐστὶν ἐναντίον καὶ οὐ πολλά;—συνωμολόγει. ἴθι δή, ἦν δʼ ἐγώ, ἀναλογισώμεθα τὰ ὡμολογημένα ἡμῖν. ὡμολογήκαμεν ἓν ἑνὶ μόνον ἐναντίον εἶναι, πλείω δὲ μή;—ὡμολογήκαμεν.—τὸ δὲ ἐναντίως πραττόμενον ὑπὸ ἐναντίων πράττεσθαι;—ἔφη.—ὡμολογήκαμεν δὲ ἐναντίως πράττεσθαι ὃ ἂν ἀφρόνως πράττηται τῷ σωφρόνως πραττομένῳ;—ἔφη.—τὸ δὲ σωφρόνως πραττόμενον ὑπὸ σωφροσύνης πράττεσθαι, τὸ δὲ ἀφρόνως ὑπὸ ἀφροσύνης; —συνεχώρει.—οὐκοῦν εἴπερ ἐναντίως πράττεται, ὑπὸ ἐναντίου πράττοιτʼ ἄν;—ναί.—πράττεται δὲ τὸ μὲν ὑπὸ σωφροσύνης, τὸ δὲ ὑπὸ ἀφροσύνης;—ναί.—ἐναντίως;—πάνυ γε.—οὐκοῦν ὑπὸ ἐναντίων ὄντων;—ναί.—ἐναντίον ἄρʼ ἐστὶν ἀφροσύνη σωφροσύνης;—φαίνεται.—μέμνησαι οὖν ὅτι ἐν τοῖς ἔμπροσθεν ὡμολόγηται ἡμῖν ἀφροσύνη σοφίᾳ ἐναντίον εἶναι;—συνωμολόγει.—","prev":{"citation":"Protagoras 331","label":"Section 331","url":"https://interlinea.aeterna-institute.org/library/greek/plato/text-30/331","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plato/text-30/331"},"next":{"citation":"Protagoras 333","label":"Section 333","url":"https://interlinea.aeterna-institute.org/library/greek/plato/text-30/333","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plato/text-30/333"},"credit":{"text":"Plato, Πρωταγόρας, ed. John Burnet. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0059.tlg022.local001/","quality":"proofread"}}