{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Theaetetus 200","citation":"Plato, Theaetetus 200","ref":"200","level":null,"urn":"urn:cts:greekLit:tlg0059.tlg006:200","url":"https://interlinea.aeterna-institute.org/library/greek/plato/text-34/200","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plato/text-34/200","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/plato/text-34/200.md","author":{"name":"Plato","url":"https://interlinea.aeterna-institute.org/library/greek/plato"},"work":{"title":"Theaetetus","url":"https://interlinea.aeterna-institute.org/library/greek/plato/text-34","urn":"urn:cts:greekLit:tlg0059.tlg006"},"verse":false,"words":321,"text":"ΣΩ. οὐ ῥᾴδιόν γε, ὦ Θεαίτητε, μὴ ἐπαινεῖν σε· ὃ μέντοι εἶπες πάλιν ἐπίσκεψαι. ἔστω μὲν γὰρ ὡς λέγεις· ὁ δὲ δὴ τὴν ἀνεπιστημοσύνην λαβὼν ψευδῆ μέν, φῄς, δοξάσει. ἦ γάρ; ΘΕΑΙ. ναί. ΣΩ. οὐ δήπου καὶ ἡγήσεταί γε ψευδῆ δοξάζειν. ΘΕΑΙ. πῶς γάρ; ΣΩ. ἀλλʼ ἀληθῆ γε, καὶ ὡς εἰδὼς διακείσεται περὶ ὧν ἔψευσται. ΘΕΑΙ. τί μήν; ΣΩ. ἐπιστήμην ἄρα οἰήσεται τεθηρευκὼς ἔχειν ἀλλʼ οὐκ ἀνεπιστημοσύνην. ΘΕΑΙ. δῆλον. ΣΩ. οὐκοῦν μακρὰν περιελθόντες πάλιν ἐπὶ τὴν πρώτην πάρεσμεν ἀπορίαν. ὁ γὰρ ἐλεγκτικὸς ἐκεῖνος γελάσας φήσει· πότερον, ὦ βέλτιστοι, ἀμφοτέρας τις εἰδώς, ἐπιστήμην τε καὶ ἀνεπιστημοσύνην, ἣν οἶδεν, ἑτέραν αὐτὴν οἴεταί τινα εἶναι ὧν οἶδεν; ἢ οὐδετέραν εἰδώς, ἣν μὴ οἶδε, δοξάζει ἑτέραν ὧν οὐκ οἶδεν; ἢ τὴν μὲν εἰδώς, τὴν δʼ οὔ, ἣν οἶδεν, ἣν μὴ οἶδεν; ἢ ἣν μὴ οἶδεν, ἣν οἶδεν ἡγεῖται; ἢ πάλιν αὖ μοι ἐρεῖτε ὅτι τῶν ἐπιστημῶν καὶ ἀνεπιστημοσυνῶν εἰσὶν αὖ ἐπιστῆμαι, ἃς ὁ κεκτημένος ἐν ἑτέροις τισὶ γελοίοις περιστερεῶσιν ἢ κηρίνοις πλάσμασι καθείρξας, ἕωσπερ ἂν κεκτῆται ἐπίσταται, καὶ ἐὰν μὴ προχείρους ἔχῃ ἐν τῇ ψυχῇ; καὶ οὕτω δὴ ἀναγκασθήσεσθε εἰς ταὐτὸν περιτρέχειν μυριάκις οὐδὲν πλέον ποιοῦντες; τί πρὸς ταῦτα, ὦ Θεαίτητε, ἀποκρινούμεθα; ΘΕΑΙ. ἀλλὰ μὰ Δίʼ, ὦ Σώκρατες, ἔγωγε οὐκ ἔχω τί χρὴ λέγειν. ΣΩ. ἆρʼ οὖν ἡμῖν, ὦ παῖ, καλῶς ὁ λόγος ἐπιπλήττει καὶ ἐνδείκνυται ὅτι οὐκ ὀρθῶς ψευδῆ δόξαν προτέραν ζητοῦμεν ἐπιστήμης, ἐκείνην ἀφέντες; τὸ δʼ ἐστὶν ἀδύνατον γνῶναι πρὶν ἄν τις ἐπιστήμην ἱκανῶς λάβῃ τί ποτʼ ἐστίν. ΘΕΑΙ. ἀνάγκη, ὦ Σώκρατες, ἐν τῷ παρόντι ὡς λέγεις οἴεσθαι. ΣΩ. τί οὖν τις ἐρεῖ πάλιν ἐξ ἀρχῆς ἐπιστήμην; οὐ γάρ που ἀπεροῦμέν γέ πω; ΘΕΑΙ. ἥκιστα, ἐάνπερ μὴ σύ γε ἀπαγορεύῃς. ΣΩ. λέγε δή, τί ἂν αὐτὸ μάλιστα εἰπόντες ἥκιστʼ ἂν ἡμῖν αὐτοῖς ἐναντιωθεῖμεν; ΘΕΑΙ. ὅπερ ἐπεχειροῦμεν, ὦ Σώκρατες, ἐν τῷ πρόσθεν· οὐ γὰρ ἔχω ἔγωγε ἄλλο οὐδέν. ΣΩ. τὸ ποῖον; ΘΕΑΙ. τὴν ἀληθῆ δόξαν ἐπιστήμην εἶναι. ἀναμάρτητόν γέ πού ἐστιν τὸ δοξάζειν ἀληθῆ, καὶ τὰ ὑπʼ αὐτοῦ γιγνόμενα πάντα καλὰ καὶ ἀγαθὰ γίγνεται.","prev":{"citation":"Theaetetus 199","label":"Section 199","url":"https://interlinea.aeterna-institute.org/library/greek/plato/text-34/199","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plato/text-34/199"},"next":{"citation":"Theaetetus 201","label":"Section 201","url":"https://interlinea.aeterna-institute.org/library/greek/plato/text-34/201","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plato/text-34/201"},"credit":{"text":"Plato, Θεαίτητος, ed. John Burnet. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0059.tlg006.local001/","quality":"proofread"}}