{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Amatorius 14","citation":"Plutarch, Amatorius 14","ref":"14","level":null,"urn":"urn:cts:greekLit:tlg0007.tlg113:14","url":"https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-11/14","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plutarch/text-11/14","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-11/14.md","author":{"name":"Plutarch","url":"https://interlinea.aeterna-institute.org/library/greek/plutarch"},"work":{"title":"Amatorius","url":"https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-11","urn":"urn:cts:greekLit:tlg0007.tlg113"},"verse":false,"words":219,"text":"ΑΥΤΟΒΟΥΛΟΣ. ὁρῶ εἶπεν ὁ Πεμπτίδης ἀλλʼ οὔτε πάθη τοὺς θεοὺς ποιεῖν ὅσιον οὔτε αὖ πάλιν τὰ πάθη θεοὺς νομίζειν καὶ ὁ πατήρ τί οὖν ἔφη τὸν Ἄρην, θεὸν εἶναι νομίζεις ἢ πάθος ἡμέτερον; ἀποκριναμένου δὲ τοῦ Πεμπτίδου θεὸν ἡγεῖσθαι τὸν Ἄρην κοσμοῦντα τὸ θυμοειδὲς ἡμῶν καὶ ἀνδρῶδες; ἀνακραγὼν ὁ πατήρ εἶτʼ ἔφη τὸ μὲν παθητικόν, ὦ Πεμπτίδη, καὶ πολεμικὸν καὶ ἀντίπαλον θεὸν ἔχει, τὸ δὲ φιλητικὸν καὶ κοινωνικὸν καὶ συνελευστικὸν ἄθεόν ἐστι; καὶ κτείνοντας μὲν ἄρα καὶ κτεινομένους ἀνθρώπους ὅπλα τε καὶ βέλη καὶ τειχομαχίας καὶ λεηλασίας ἔστι τις ἐφορῶν καὶ βραβεύων θεὸς Ἐνυάλιος καὶ Στράτιος· πάθους δὲ γάμου καὶ φιλότητος εἰς ὁμοφροσύνην καὶ κοινωνίαν τελευτώσης οὐδεὶς θεῶν μάρτυς οὐδʼ ἐπίσκοπος οὐδʼ ἡγεμὼν ἢ συνεργὸς ἡμῖν γέγονεν; ἀλλὰ δορκάδας μὲν θηρεύουσι καὶ λαγωοὺς καὶ ἐλάφους ἀγρότερός τις συνεπιθωΰσσει καὶ συνεξορμᾷ θεός, εὔχονται δʼ Ἀρισταίῳ δολοῦντες ὀρύγμασι καὶ βρόχοις λύκους καὶ ἄρκτους, ὃς πρῶτος θήρεσσιν ἔπηξε ποδάγρας· ὁ δʼ Ἡρακλῆς ἕτερον θεὸν παρακαλεῖ μέλλων, ἐπὶ τὸν ὄρνιν αἴρεσθαι τὸ τόξον, ὡς Αἰσχύλος φησίν, ἀγρεὺς δʼ Ἀπόλλων ὀρθὸν ἰθύνοι βέλος· ἀνδρὶ δὲ τὸ κάλλιστον ἐπιχειροῦντι θήραμα φιλίαν ἑλεῖν οὔτε θεὸς οὔτε δαίμων ἀπευθύνει καὶ συνεφάπτεται τῆς ὁρμῆς; ἐγὼ μὲν γὰρ οὐδὲ δρυὸς οὐδὲ μορίας οὐδʼ ἣν Ὅμηρος ἡμερίδα σεμνύνων προσεῖπεν ἀκαλλέστερον ἔρνος οὐδὲ φαυλότερον ἡγοῦμαι φυτὸν ἄνθρωπον, ὦ φίλε Δαφναῖε, βλαστήσεως ὁρμὴν ἔχοντα διαφαίνουσαν ὥραν καὶ κάλλος ἅμα σώματος καὶ ψυχῆς.","prev":{"citation":"Amatorius 13.1","label":"Section 13","url":"https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-11/13.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plutarch/text-11/13.1"},"next":{"citation":"Amatorius 15","label":"Section 15","url":"https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-11/15","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plutarch/text-11/15"},"credit":{"text":"Plutarch, Ἐρωτικός, ed. Grēgorios N. Vernardakēs. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg113.local001/","quality":"proofread"}}