{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Septem sapientium convivium 11","citation":"Plutarch, Septem sapientium convivium 11","ref":"11","level":null,"urn":"urn:cts:greekLit:tlg0007.tlg079:11","url":"https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-129/11","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plutarch/text-129/11","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-129/11.md","author":{"name":"Plutarch","url":"https://interlinea.aeterna-institute.org/library/greek/plutarch"},"work":{"title":"Septem sapientium convivium","url":"https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-129","urn":"urn:cts:greekLit:tlg0007.tlg079"},"verse":false,"words":224,"text":"Μνησίφιλος δʼ ὁ Ἀθηναῖος, ἑταῖρος ὢν καὶ ζηλωτὴς Σόλωνος, ἐγώ τοι εἶπεν ὦ Περίανδρε τὸν λόγον ἀξιῶ καθάπερ τὸν οἶνον μὴ πλουτίνδην μηδʼ ἀριστίνδην ἀλλʼ ἐξ ἴσου πᾶσιν ὥσπερ ἐν δημοκρατίᾳ νέμεσθαι καὶ κοινὸν εἶναι· τῶν δʼ ἄρτι περὶ ἀρχῆς καὶ βασιλείας εἰρημένων οὐδὲν ἡμῖν τοῖς δημοτικοῖς μέτεστιν. ὅθεν οἰόμεθα δεῖν πάλιν ἕκαστον ὑμῶν περὶ πολιτείας ἰσονόμου γνώμην τινὰ συμβαλέσθαι, ἀρξαμένους αὖθις ἀπὸ Σόλωνος. Ἐδόκει δὴ ταῦτα ποιεῖν. καὶ πρῶτος ὁ Σόλων ἀλλʼ ἀκήκοας μέν εἶπεν ὦ Μνησίφιλε μετὰ πάντων Ἀθηναίων ἣν ἔχω γνώμην περὶ πολιτείας· εἰ δὲ βούλει καὶ νῦν ἀκούειν, δοκεῖ μοι πόλις ἄριστα πράττειν καὶ μάλιστα σῴζειν δημοκρατίαν, ἐν ᾗ τὸν ἀδικήσαντα τοῦ ἀδικηθέντος οὐδὲν ἧττον οἱ μὴ ἀδικηθέντες προβάλλονται καὶ κολάζουσι Δεύτερος δʼ ὁ Βίας ἔφησε κρατίστην εἶναι δημοκρατίαν ἐν πάντες ὡς τύραννον φοβοῦνται τὸν νόμον. ἐπὶ τούτῳ Θαλῆς τὴν μήτε πλουσίους ἄγαν μήτε πένητας ἔχουσαν πολίτας. μετὰ δὲ τοῦτον ὁ Ἀνάχαρσις ἐν ᾗ τῶν ἄλλων ἴσων νομιζομένων ἀρετῇ τὸ βέλτιον ὁρίζεται, κακίᾳ δὲ τὸ χεῖρον. πέμπτος δʼ ὁ Κλεόβουλος ἔφη μάλιστα σωφρονεῖν δῆμον ὅπου τὸν ψόγον μᾶλλον οἱ πολιτευόμενοι δεδοίκασιν ἢ τὸν νόμον. ἕκτος δὲ Πιττακός, ὅπου τοῖς πονηροῖς οὐκ ἔξεστιν ἄρχειν καὶ τοῖς ἀγαθοῖς οὐκ ἔξεστι μὴ ἄρχειν. μετατραπεὶς δʼ ὁ Χίλων ἀπεφήνατο τὴν μάλιστα νόμων ἥκιστα δὲ ῥητόρων ἀκούουσαν πολιτείαν ἀρίστην εἶναι. τελευταῖος δὲ πάλιν ὁ Περίανδρος ἐπικρίνων ἔφη δοκεῖν αὐτῷ πάντας ἐπαινεῖν δημοκρατίαν τὴν ὁμοιοτάτην ἀριστοκρατίᾳ.","prev":{"citation":"Septem sapientium convivium 10","label":"Section 10","url":"https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-129/10","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plutarch/text-129/10"},"next":{"citation":"Septem sapientium convivium 12","label":"Section 12","url":"https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-129/12","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plutarch/text-129/12"},"credit":{"text":"Plutarch, Τῶν ἑπτὰ σοφῶν συμπόσιον, ed. Grēgorios N. Vernardakēs. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg079.local001/","quality":"proofread"}}