{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"De primo frigido 13","citation":"Plutarch, De primo frigido 13","ref":"13","level":null,"urn":"urn:cts:greekLit:tlg0007.tlg127:13","url":"https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-80/13","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plutarch/text-80/13","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-80/13.md","author":{"name":"Plutarch","url":"https://interlinea.aeterna-institute.org/library/greek/plutarch"},"work":{"title":"De primo frigido","url":"https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-80","urn":"urn:cts:greekLit:tlg0007.tlg127"},"verse":false,"words":328,"text":"ὁ δὲ τῷ ὕδατι λαμβάνει μὲν καὶ αὐτὸς ἀρχὰς ὁμοίως, οὕτω πως τοῦ Ἐμπεδοκλέους λέγοντος ἠέλιον μὲν λαμπρὸν ὅρα καὶ θερμὸν ἁπάντῃ, ὄμβρον δʼ ἐν πᾶσι δνοφόεντά τε ῥιγαλέον τε τῷ γὰρ θερμῷ τὸ ψυχρὸν ὡς τῷ λαμπρῷ τὸ μέλαν ἀντιτάξας συλλογίσασθαι δέδωκεν, ὅτι τῆς αὐτῆς οὐσίας ἐστὶ τὸ μέλαν καὶ τὸ ψυχρόν, ὡς τῆς αὐτῆς τὸ λαμπρὸν καὶ τὸ θερμόν. ὅτι δʼ οὐ τοῦ ἀέρος τὸ μέλαν ἀλλὰ τοῦ ὕδατός ἐστιν, ἡ αἴσθησις ἐπιμαρτυρεῖ, τῷ μὲν ἀέρι μηδενὸς ὡς ἁπλῶς εἰπεῖν μελαινομένου τῷ δʼ ὕδατι πάντων.. ἂν γὰρ τὸ λευκότατον ἐμβάλῃς ἔριον εἰς ὕδωρ ἢ ἱμάτιον, ἀναφαίνεται μέλαν καὶ διαμένει, μέχρι ἂν ὑπὸ θερμότητος ἐξικμασθῇ τὸ ὑγρὸν ἤ τισι στρέβλαις καὶ βάρεσιν ἐκπιεσθῇ τῆς τε γῆς ὕδατι ῥαινομένης, διαμελαίνουσιν οἱ καταλαμβανόμενοι ταῖς σταγόσι τόποι, τῶν ἄλλων ὁμοίων μενόντων. αὐτοῦ μὲν οὖν τοῦ ὕδατος σκοτεινότατον ὑπὸ πλήθους φαίνεται τὸ βαθύτατον, οἷς δʼ ἀὴρ πλησιάζει, ταῦτα περιλάμπεται καὶ διαγελᾷ. τῶν δʼ ἄλλων ὑγρῶν διαφανὲς μάλιστα τοὔλαιόν ἐστι, πλείστῳ χρώμενον ἀέρι τούτου τεκμήριον κουφότης, διʼ ἣν ἐπιπολάζει πᾶσιν ὑπὸ τοῦ ἀέρος ἄνω φερόμενον, ποιεῖ δὲ καὶ τὴν γαλήνην ἐν τῇ θαλάττῃ τοῖς κύμασιν ἐπιρραινόμενον, οὐ διὰ τὴν λειότητα τῶν ἀνέμων ἀπολισθαινόντων, ὡς Ἀριστοτέλης ἔλεγεν· ἀλλὰ παντὶ μὲν ὑγρῷ τὸ κῦμα διαχεῖται πληττόμενον, ἰδίως δὲ τοὔλαιον αὐγὴν καὶ καταφάνειαν ἐν βυθῷ παρέχει, διαστελλομένων τῷ ἀέρι τῶν ὑγρῶν· οὐ γὰρ μόνον ἐπιπολῆς τοῖς διανυκτερεύουσιν ἀλλὰ καὶ κάτω τοῖς σπογγοθήραις διαφυσώμενον ἐκ τοῦ στόματος ἐν τῇ θαλάττῃ φέγγος ἐνδίδωσιν. οὐ μᾶλλον οὖν τῷ ἀέρι τοῦ μέλανος ἢ τῷ ὕδατι μέτεστιν, ἧττον. δὲ τοῦ· ψυχροῦ. τὸ γοῦν ἔλαιον, ἀέρος πλείστου τῶν ὑγρῶν μετέχον, ἣκιστα ψυχρόν ἐστι καὶ πήγνυται μαλακῶς· ὁ γὰρ ἀὴρ ἐγκεκραμένος οὐκ ἐᾷ σκληρὰν γενέσθαι τὴν πῆξιν βελόνας δὲ καὶ πόρπας σιδηρᾶς καὶ τὰ λεπτὰ τῶν ἔργων οὐχ ὕδατι βάπτουσιν ἀλλʼ ἐλαίῳ, τὴν ἄγαν ψυχρότητα φοβούμενοι τοῦ· ὕδατος ὡς διαστρέφουσαν. ἀπὸ τούτων γὰρ δικαιότερὸν ἐστιν ἐξετάζεσθαι τὸν λόγον οὐκ ἀπὸ τῶν χρωμάτων ἐπεὶ καὶ χιὼν καὶ χάλαζα καὶ κρύσταλλος ἅμα λαμπρότατα γίγνεται καὶ ψυχρότατα καὶ πάλιν πίττα θερμότερόν ἐστι μέλιτος καὶ σκοτωδέστερον.","prev":{"citation":"De primo frigido 12","label":"Section 12","url":"https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-80/12","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plutarch/text-80/12"},"next":{"citation":"De primo frigido 14","label":"Section 14","url":"https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-80/14","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plutarch/text-80/14"},"credit":{"text":"Plutarch, Περὶ τοῦ πρώτως ψυχροῦ, ed. Grēgorios N. Vernardakēs. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg127.local001/","quality":"proofread"}}