{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Vita Plotini 22","citation":"Porphyrius, Vita Plotini 22","ref":"22","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini/22","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/porphyrius/vita-plotini/22","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini/22.md","author":{"name":"Porphyrius","url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius"},"work":{"title":"Vita Plotini","url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini","urn":"urn:cts:greekLit:tlg2034.tlg001"},"verse":false,"words":388,"text":"ἀλλὰ τιή μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτραν φησὶν ὁ Ἡσίοδος λέγειν; εἰ γὰρ δεῖ ταῖς μαρτυρίαις χρῆσθαι ταῖς παρὰ τῶν σοφῶν γεγενημέναις, τίς ἂν εἴη σοφώτερος θεοῦ, καὶ θεοῦ τοῦ ἀληθῶς εἰρηκότος· \" οἶδα δ’ ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω \"; ὁ γὰρ δὴ Ἀπόλλων ἐρομένου τοῦ Ἀμελίου, ποῦ ἡ Πλωτίνου ψυχὴ κεχώρηκεν, ὁ τοσοῦτον εἰπὼν περὶ Σωκράτους· ἀνδρῶν ἁπάντων Σωκράτης σοφώτατος, ἐπάκουσον, ὅσα καὶ οἷα περὶ Πλωτίνου ἐθέσπισεν· \" ἄμβροτα φορμίζειν ἀναβάλλομαι ὕμνον ἀοιδῆς ἀμφ’ ἀγανοῖο φίλοιο μελιχροτάταισιν ὑφαίνων φωναῖς εὐφήμου κιθάρης χρυσέῳ ὑπὸ πλήκτρῳ. κλῄζω καὶ Μούσας ξυνὴν ὄπα γηρύσασθαι παμφώνοις ἰαχαῖσι παναρμονίαισί τ’ ἐρωαῖς, οἷον ἐπ’ Αἰακίδῃ στῆσαι χορὸν ἐκλήιχθεν ἀθανάτων μανίαισιν Ὁμηρείαισί τ’ ἀοιδαῖς. ἀλλ’ ἄγε Μουσάων ἱερὸς χορός, ἀπύσωμεν εἰς ἓν ἐπιπνείοντες ἀοιδῆς τέρματα πάσης· ὕμμι καὶ ἐν μέσσαισιν ἐγὼ Φοῖβος βαθυχαίτης \"· δαῖμον, ἄνερ τὸ πάροιθεν, ἀτὰρ νῦν δαίμονος αἴσῃ θειοτέρῃ πελάων, ὅτ’ ἐλύσαο δεσμὸν ἀνάγκης ἀνδρομέης, ῥεθέων δὲ πολυφλοίσβοιο κυδοιμοῦ ῥωσάμενος πραπίδεσσιν ἐς ᾐόνα νηχύτου ἀκτῆς νήχε’ ἐπειγόμενος δήμου ἄπο νόσφιν ἀλιτρῶν στηρίξαι καθαρῆς ψυχῆς εὐκαμπέα οἴμην, ἧχι θεοῖο σέλας περιλάμπεται, ἧχι θέμιστες ἐν καθαρῷ ἀπάτερθεν ἀλιτροσύνης ἀθεμίστου. καὶ τότε μὲν σκαίροντι πικρὸν κῦμ’ ἐξυπαλύξαι αἱμοβότου βιότοιο καὶ ἀσηρῶν εἰλίγγων ἐν μεσάτοισι κλύδωνος ἀνωίστου τε κυδοιμοῦ πολλάκις ἐκ μακάρων φάνθη σκοπὸς ἐγγύθι ναίων. πολλάκι σεῖο νόοιο βολὰς λοξῇσιν ἀταρποῖς ἱεμένας φορέεσθαι ἐρωῇσι σφετέρῃσιν ὀρθοπόρους ἀνὰ κύκλα καὶ ἄμβροτον οἶμον ἄειραν ἀθάνατοι θαμινὴν φαέων ἀκτῖνα πορόντες ὄσσοισιν δέρκεσθαι ἀπαὶ σκοτίης λυγαίης. οὐ -δέ σε παμπήδην βλεφάρων ἔχε νήδυμος ὕπνος· ἀλλ’ ἄρ’ ἀπὸ βλεφάρων πετάσας κληῖδα βαρεῖαν ἀχλύος ἐν δίνῃσι φορεύμενος ἔδρακες ὄσσοις πολλά τε καὶ χαρίεντα, τά κεν ῥέα οὔτις ἴδοιτο ἀνθρώπων, ὅσσοι σοφίης μαιήτορες ἔπλευν \". νῦν δ’ ὅτε δὴ σκῆνος μὲν ἐλύσαο, σῆμα δ’ ἔλειψας ψυχῆς δαιμονίης, μεθ’ ὁμήγυριν ἔρχεαι ἤδη δαιμονίην ἐρατοῖσιν ἀναπνείουσαν ἀήταις, ἔνθ’ ἔνι μὲν φιλότης, ἔνι δ’ ἵμερος ἁβρὸς ἰδέσθαι, εὐφροσύνης πλείων καθαρῆς, πληρούμενος αἰὲν ἀμβροσίων ὀχετῶν θεόθεν ὅθεν ἐστὶν ἐρώτων πείσματα, καὶ γλυκερὴ πνοιὴ καὶ νήνεμος αἰθήρ, χρυσείης γενεῆς μεγάλου Διὸς ἧχι νέμονται Μίνως καὶ Ῥαδάμανθυς ἀδελφεοί, ἧχι δίκαιος Αἰακός, ἧχι Πλάτων, ἱερὴ ἴς, ἧχί τε καλὸς Πυθαγόρης ὅσσοι τε χορὸν στήριξαν ἔρωτος ἀθανάτου, ὅσσοι γενεὴν ξυνὴν ἐλάχοντο δαίμοσιν ὀλβίστοις, ὅθι τοι κέαρ ἐν θαλίῃσιν αἰὲν ἐυφροσύνῃσι τ’ ἰαίνεται. ἆ μάκαρ, ὅσσους ὀτλήσας ἀριθμοὺς ἀέθλων μετὰ δαίμονας ἁγνοὺς πωλέεαι ζαμενῇσι κορυσσάμενος ζωῇσι \". στήσωμεν μολπήν τε χοροῦ τ’ εὐδίνεα κύκλον Πλωτίνου, Μοῦσαι, πολυγηθέος· αὐτὰρ ἐμεῖο χρυσείη κιθάρη τόσσον φράσεν εὐαίωνι.","prev":{"citation":"Vita Plotini 21","label":"21","url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini/21","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/porphyrius/vita-plotini/21"},"next":{"citation":"Vita Plotini 23","label":"23","url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini/23","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/porphyrius/vita-plotini/23"},"credit":{"text":"Porphyrius, Vita Plotini. Text: Open Greek Corpus, from GLAUx, CC BY-SA 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://opengreek.org/read/ogc003658","quality":"proofread"}}