{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Vita Plotini 24.43-116","citation":"Porphyrius, Vita Plotini 24.43-116","ref":"24.43","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini/24.43","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/porphyrius/vita-plotini/24.43","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini/24.43.md","author":{"name":"Porphyrius","url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius"},"work":{"title":"Vita Plotini","url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini","urn":"urn:cts:greekLit:tlg2034.tlg001"},"verse":false,"words":259,"text":"ἔστι δὲ ταῦτα· αʹ· περὶ τοῦ κόσμου· οὗ ἡ ἀρχή· τὸν κόσμον ἀεὶ λέγοντες καὶ πρόσθεν εἶναι. βʹ· περὶ τῆς κυκλοφορίας· οὗ ἡ ἀρχή· διὰ τί κύκλῳ κινεῖται. γʹ· εἰ ποιεῖ τὰ ἄστρα· οὗ ἡ ἀρχή· ὅτι ἡ τῶν ἄστρων φορὰ σημαίνει. δʹ· περὶ τῶν δύο ὑλῶν· οὗ ἡ ἀρχή· τὴν λεγομένην ὕλην. εʹ· περὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ· οὗ ἡ ἀρχή· λέγεται τὸ μὲν δυνάμει, τὸ δὲ ἐνεργείᾳ. Ϛʹ· περὶ ποιότητος καὶ εἴδους· οὗ ἡ ἀρχή· ἆρα τὸ ὂν καὶ ἡ οὐσία ἕτερον. ζʹ· περὶ τῆς δι’ ὅλων κράσεως· οὗ ἡ ἀρχή· περὶ τῆς δι’ ὅλων. ηʹ· πῶς τὰ πόρρω ὁρώμενα μικρὰ φαίνεται· οὗ ἡ ἀρχή· ἆρα τὰ πόρρω ἐλάττω φαίνεται. θʹ· πρὸς τοὺς κακὸν τὸν δημιουργὸν τοῦ κόσμου καὶ τὸν κόσμον κακὸν εἶναι λέγοντας· οὗ ἡ ἀρχή· ἐπειδὴ τοίνυν ἐφάνη ἡμῖν. ἡ δὲ τρίτη ἐννεὰς ἔτι τὰ περὶ κόσμου ἔχουσα περιείληφε τὰ περὶ τῶν κατὰ τὸν κόσμον θεωρουμένων ταῦτα· αʹ· περὶ εἱμαρμένης· οὗ ἡ ἀρχή· ἅπαντα τὰ γιγνόμενα. βʹ· περὶ προνοίας πρῶτον· οὗ ἡ ἀρχή· τὸ μὲν τῷ αὐτομάτῳ. γʹ· περὶ προνοίας δεύτερον· οὗ ἡ ἀρχή· τί τοίνυν δοκεῖ περὶ τούτων. δʹ· περὶ τοῦ εἰληχότος ἡμᾶς δαίμονος· οὗ ἡ ἀρχή· τῶν μὲν αἱ ὑποστάσεις. εʹ· περὶ ἔρωτος· οὗ ἡ ἀρχή· περὶ ἔρωτος πότερα θεός τις. Ϛʹ· περὶ τῆς ἀπαθείας τῶν ἀσωμάτων· οὗ ἡ ἀρχή· τὰς αἰσθήσεις οὐ λέγοντες πάθη. ζʹ· περὶ αἰῶνος καὶ χρόνου· οὗ ἡ ἀρχή· τὸν αἰῶνα καὶ τὸν χρόνον. ηʹ· περὶ φύσεως καὶ θεωρίας καὶ τοῦ ἑνός· οὗ ἡ ἀρχή· παίζοντες δὴ τὴν πρώτην. θʹ· ἐπισκέψεις διάφοροι· οὗ ἡ ἀρχή· νοῦς φησιν ὁρᾷ ἐνούσας.","prev":{"citation":"Vita Plotini 24.1-42","label":"24.1 to 24.42","url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini/24.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/porphyrius/vita-plotini/24.1"},"next":{"citation":"Vita Plotini 25","label":"25","url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini/25","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/porphyrius/vita-plotini/25"},"credit":{"text":"Porphyrius, Vita Plotini. Text: Open Greek Corpus, from GLAUx, CC BY-SA 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://opengreek.org/read/ogc003658","quality":"proofread"}}