{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Vita Plotini 4.1-36","citation":"Porphyrius, Vita Plotini 4.1-36","ref":"4.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini/4.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/porphyrius/vita-plotini/4.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini/4.1.md","author":{"name":"Porphyrius","url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius"},"work":{"title":"Vita Plotini","url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini","urn":"urn:cts:greekLit:tlg2034.tlg001"},"verse":false,"words":280,"text":"τῷ δεκάτῳ δὲ ἔτει τῆς Γαλιήνου βασιλείας ἐγὼ Πορφύριος ἐκ τῆς Ἑλλάδος μετὰ Ἀντωνίου τοῦ Ῥοδίου γεγονὼς καταλαμβάνω μὲν τὸν Ἀμέλιον ὀκτωκαιδέκατον ἔτος ἔχοντα τῆς πρὸς Πλωτῖνον συνουσίας, μηδὲν δέ πω γράφειν τολμήσαντα πλὴν τῶν σχολίων ἃ οὐδέπω εἰς ἑκατὸν τὸ πλῆθος αὐτῷ συνῆκτο. ἦν δὲ ὁ Πλωτῖνος τῷ δεκάτῳ ἔτει τῆς Γαλιήνου βασιλείας ἀμφὶ τὰ πεντήκοντα ἔτη καὶ ἐννέα. ἐγὼ δὲ Πορφύριος τὸ πρῶτον αὐτῷ συγγέγονα αὐτὸς ὢν τότε ἐτῶν τριάκοντα. ἀπὸ μέντοι τοῦ πρώτου ἔτους τῆς Γαλιήνου ἀρχῆς προτραπεὶς ὁ Πλωτῖνος γράφειν τὰς ἐμπιπτούσας ὑποθέσεις, τὸ δέκατον ἔτος τῆς Γαλιήνου ἀρχῆς, ὅτε τὸ πρῶτον αὐτῷ ἐγὼ ὁ Πορφύριος ἐγνωρίσθην, γράψας εὑρίσκεται εἴκοσι καὶ ἓν βιβλίον ἃ καὶ κατείληφα ἐκδεδομένα ὀλίγοις. οὐ -δὲ γὰρ ἦν πω ῥᾳδία ἡ ἔκδοσις οὐ -δὲ εὐσυνειδήτως ἐγίγνετο οὐ -δ’ ἁπλῶς κα- κἀκ τοῦ ῥᾴστου, ἀλλὰ μετὰ πάσης κρίσεως τῶν λαμβανόντων. ἦν δὲ καὶ τὰ γεγραμμένα ταῦτα ἃ διὰ τὸ μὴ αὐτὸν ἐπιγράφειν ἄλλος ἄλλο ἑκάστῳ το- τοὐπίγραμμα ἐτίθει. αἱ δ’ οὖν κρατήσασαι ἐπιγραφαί εἰσιν αἵδε· θήσω δὲ καὶ τὰς ἀρχὰς τῶν βιβλίων, εἰς τὸ εὐεπίγνωστον εἶναι ἀπὸ τῶν ἀρχῶν ἕκαστον τῶν δηλουμένων βιβλίων· αʹ· περὶ τοῦ καλοῦ· οὗ ἡ ἀρχή· τὸ καλὸν ἔστι μὲν ἐν ὄψει πλεῖστον. βʹ· περὶ ψυχῆς ἀθανασίας· οὗ ἡ ἀρχή· εἰ δέ ἐστιν ἀθάνατος ἕκαστος. γʹ· περὶ εἱμαρμένης· οὗ ἡ ἀρχή· πάντα τὰ γινόμενα. δʹ· περὶ οὐσίας τῆς ψυχῆς· οὗ ἡ ἀρχή· τὴν τῆς ψυχῆς οὐσίαν. εʹ· περὶ νοῦ καὶ τῶν ἰδεῶν καὶ τοῦ ὄντος· οὗ ἡ ἀρχή· πάντες ἄνθρωποι ἐξ ἀρχῆς γενόμενοι. Ϛʹ· περὶ τῆς εἰς τὰ σώματα καθόδου τῆς ψυχῆς· οὗ ἡ ἀρχή· πολλάκις ἐγειρόμενος. ζʹ· πῶς ἀπὸ τοῦ πρώτου τὸ μετὰ τὸ πρῶτον καὶ περὶ τοῦ ἑνός· οὗ ἡ ἀρχή· εἴ τι ἐστὶ μετὰ τὸ πρῶτον.","prev":{"citation":"Vita Plotini 3","label":"3","url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini/3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/porphyrius/vita-plotini/3"},"next":{"citation":"Vita Plotini 4.37-95","label":"4.37 to 4.95","url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini/4.37","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/porphyrius/vita-plotini/4.37"},"credit":{"text":"Porphyrius, Vita Plotini. Text: Open Greek Corpus, from GLAUx, CC BY-SA 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://opengreek.org/read/ogc003658","quality":"proofread"}}